Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κλυταιμήστρα
νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς,
οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων:
1415ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν,
1420μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης
ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ
ἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
1425γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.