Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὅρα ὅρα μάλ᾽ αὖ,
255λεύσσετε πάντα, μὴ
λάθῃ φύγδα βὰς
ὁ ματροφόνος ἀτίτας.
ὁ δ᾽ αὖτέ γ᾽ οὖν ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
260ὑπόδικος θέλει γενέσθαι χρεῶν.
τὸ δ᾽ οὐ πάρεστιν: αἷμα μητρῷον χαμαὶ
δυσαγκόμιστον, παπαῖ,
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν
265ἐρυθρὸν ἐκ μελέων πέλανον: ἀπὸ δὲ σοῦ
φεροίμαν βοσκὰν πώματος δυσπότου:
καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,
ἀντίποιν᾽ ὡς τίνῃς ματροφόνου δύας.
ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
270ἢ θεὸν ἢ ξένον
τιν᾽ ἀσεβῶν† ἢ τοκέας φίλους,
ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.
μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
ἔνερθε χθονός,
275δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.