Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀθηνᾶ
ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
795οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη
ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν:
ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
800ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ
βαρὺν κότον σκήψητε, μηδ᾽ ἀκαρπίαν
τεύξητ᾽, ἀφεῖσαι †δαιμόνων σταλάγματα,
βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
805ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις
ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.