Ode 6
Λάχωνι Κεῖῳ
Παιδί Σταδίει Ολύμπια
Λάχων Διὸς μεγίστουλάχε φέρτατον πόδεσσι
κῦδος ἐπ᾽ Ἀλφεοῦ προχοαῖσ[ι νικῶν,
δι᾽ ὅσσα πάροιθεν
5ἀμπελοτρόφον Κέον
ἄεισάν ποτ᾽ Ὀλυμπίᾳ
πύξ τε καὶ στάδιον κρατεῦ-
σαν] στεφάνοις ἐθείρας
νεανίαι βρύοντες.
10σὲ δὲ νῦν ἀναξιμόλπου
Οὐρανίας ὕμνος ἕκατι νίκ[ας
Ἀριστομένειον
ὦ ποδάνεμον τέκος,
γεραίρει προδόμοις ἀοι-
15δαῖς, ὅτι στάδιον κρατή-
σας Κέον εὐκλέϊξας.