- Ὡς ληφθείσης τῆς Ἱεροσολυμιτῶν πόλεως ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντώνιος μὲν Ἀντίγονον ἐπελέκισεν ἐν Ἀντιοχείᾳ, Ἡρώδης δὲ τεσσαρακονταπέντε τῶν ἐκείνου φίλων πρώτους Ἱεροσολυμιτῶν ἐπανείλετο καὶ τὴν πόλιν ἠργυρολόγησεν.
- ὃν τρόπον Ὑρκανὸς ὁ πρῶτος βασιλεὺς Ἰουδαίων καὶ ἀρχιερεὺς ἀφεθεὶς ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως Ἀρσάκου πρὸς Ἡρώδην ὑπέστρεψεν.
- ὡς Ἡρώδης Ἀριστόβουλον τὸν τῆς γυναικὸς Μαριάμμης ἀδελφὸν ἀρχιερέα καταστήσας μετ᾽ οὐ πολὺ διαφθαρῆναι παρεσκεύασεν.
- ὡς Κλεοπάτρα τῇ τῶν Ἰουδαίων καὶ Ἀράβων ἐπιβουλεύουσα βασιλείᾳ μέρη λαβεῖν αὐτῶν ἴσχυνε παρ᾽ Ἀντωνίου.
- Κλεοπάτρας εἰς τὴν Ἰουδαίαν παρουσία.
- ὡς Ἡρώδης ἐπολέμησεν Ἀρέτᾳ καθ᾽ ὃν καιρὸν Ἀντώνιος ὑπὸ Καίσαρος ἐν τῇ κατ᾽ Ἄκτιον νικᾶται μάχῃ.
- περὶ τοῦ γενομένου σεισμοῦ κατὰ τὴν Ἰουδαίαν καὶ τῆς φθορᾶς τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων.
- λόγος Ἡρώδου πρὸς τοὺς Ἰουδαίους ἀθυμοῦντας πρὸς τὰ πάθη καὶ τὴν ἧτταν τὴν γενομένην.
- ὡς ἀνάγκην ἔχων Ἡρώδης ἀπιέναι πρὸς Καίσαρα νενικηκότα διέφθειρεν Ὑρκανόν.
- ὡς ἔσχε καὶ παρὰ Καίσαρος τὴν βασιλείαν καὶ παρέπεμψεν αὐτὸν ἐπ᾽ Αἰγύπτου.
- ὡς Ἡρώδης ἀφικόμενος εἰς Ἀλεξάνδρειαν ὑπὸ Καίσαρος ἐτιμήθη.
- ὡς ἐπανελθὼν ψευδέσι διαβολαῖς παρωξύνθη τὴν γυναῖκα Μαριάμμην ἀποκτεῖναι.
- περὶ τοῦ λιμοῦ τοῦ κατὰ τὴν Ἰουδαίαν καὶ Συρίαν γεγονότος καὶ ὡς διέσωσε τὰ πλήθη καὶ τὰς πόλεις Ἡρώδης.
- κτίσεις πόλεων Ἑλληνίδων ἃς Ἡρώδης ἐποιήσατο.
- ὡς καθελὼν ἐν Ἱεροσολύμοις τὸν ἀρχαῖον ναὸν ἄλλον ἀνέστησεν μετὰ ἔτη ἑξακόσια διπλοῦν τοῖς μέτροις.
This text is part of:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.