next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων θάλασσα, μήτηρ Φοινίκων πόλις, Θηβαίων δῆμος πατήρ: δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧι γὰρ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον. [2] Ἐνταῦθα ἥκων ἐκ πολλοῦ χειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ: Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοι καλοῦσι. Περιϊὼν οὖν καὶ τὴν ἄλλην πόλιν καὶ περισκοπῶν τὰ ἀναθήματα, ὁρῶ γραφὴν ἀνακειμένην γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης γραφή, Φοινίκων θάλασσα, Σιδῶνος γῆ. [3] Ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων: ἐν τῇ θαλάττῃ ταῦρος ἐνήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν: συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα: συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος τῶν φύλλων συμπλοκή. [4] Ἔγραψεν τεχνίτης ὑπὸ τὰ πέταλα καὶ τὴν σκιάν, καὶ ἥλιος ἠρέμα τοῦ λειμῶνος κάτω σποράδην διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν γραφεύς. [p. 38] [5] Ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή, εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος λειμὼν ἐκάθητο: αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στοιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μύρριναι: ὕδωρ δὲ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμενον. [6] Ὀχετηγός τις ἐγέγραπτο δίκελλαν κατέχων καὶ περὶ μίαν ἀμάραν κεκυφὼς καὶ ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲ τῷ τοῦ λειμῶνος τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς τὰς παρθένους ἔταξεν τεχνίτης. [7] Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου: στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι: κόμαι κατὰ τῶν ὤμων λελυμέναι: τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου, τὸ γὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα: τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν: [8] τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινον ἄκρας τῆς θαλάττης, ὅσον μικρὸν ὑπεράνω τῶν ταρσῶν ὑπερέχειν τὸ κῦμα: ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ τῇ θαλάττῃ προσελθεῖν. Τῆς δὲ θαλάττης χρόα διπλῆ: τὸ μὲν γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον δὲ τὸ πρὸς τὸ πέλαγος. [9] Ἀφρὸς δὲ ἐπεποίητο καὶ πέτραι καὶ κύματα: αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάττῃ ἐγέγραπτο τοῖς κύμασιν [p. 39] ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος. [10] Ἡπαρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ: καὶ γὰρ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς: τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος: λευκὸς χιτών, χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο. [11] Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή: τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες: συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον χιτών. [12] Αἱ χεῖρες ἄμφω διετέταντο, μὲν ἐπὶ κέρας, δὲ ἐπ̓ οὐράν: ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη. δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος: καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη. [13] Περὶ δὲ τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες: εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα. Ἔρως εἷλκε τὸν βοῦν: Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν, ἤρτητο τὴν φαρέτραν, ἐκράτει τὸ πῦρ: ἐπέστραπτο δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, ὥσπερ αὐτοῦ καταγελῶν ὅτι δἰ αὐτὸν γέγονε βοῦς.


Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶοἷονεἶπονἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.’ Ταῦτά μου λέγοντος [p. 40] νεανίσκος καὶ αὐτὸς παρεστὼςἐγὼ ταῦτ̓ ἂν ἐδείκνυν[2] ἔφητοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.’ ‘Καὶ τί πέπονθαςεἶπον, ‘ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.’ ‘Σμῆνος ἀνεγείρειςεἶπελόγων: τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.’ ‘Μὴ κατοκνήσῃς, βέλτιστεἔφην, ‘πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν, [3] εἰ καὶ μύθοις ἔοικε.’ Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενοςὥρα μοιἔφηντῆς τῶν λόγων ἀκροάσεως: πάντως δ̓ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.’


δ̓ ἄρχεται τοῦ λέγειν ὧδεἐμοὶ Φοινίκη γένος, Τύρος πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ̓ ὅσον ἀμφοῖν εἷς πατήρ: αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ: πολὺς γὰρ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ: δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει. [2] Τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν: ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. Ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. Καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι μᾶλλον ἡμᾶς γάμῳ: αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. Φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις τοῖς ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν οὐχ ἵνα φυλάξωνται μὴ παθεῖνοὐ γὰρ εἱμαρμένης δύνανται κρατεῖν), ἀλλ̓ ἵνα κουφότερον [p. 41] πάσχοντες φέρωσι. [3] Τὸ μὲν γὰρ ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. Ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα, καὶ παρεσκεύαζεν πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος τύχη. [4] Ὄναρ ἐδόκουν συμφῦναι τῇ παρθένῳ τὰ κάτω μέρη μέχρις ὀμφαλοῦ, δύο δὲ ἐντεῦθεν τὰ ἄνω σώματα: ἐφίσταται δέ μοι γυνὴ φοβερὰ καὶ μεγάλη, τὸ πρόσωπον ἀγρία, ὀφθαλμὸς ἐν αἵματι, βλοσυραὶ παρειαί, ὄφεις αἱ κόμαι: ἅρπην ἐκράτει τῇ δεξιᾷ, δᾷδα τῇ λαιᾷ. Ἐπιπεσοῦσα οὖν μοι θυμῷ καὶ ἀνατείνασα τὴν ἅρπην καταφέρει τῆς ἰξύος, ἔνθα τῶν δύο σωμάτων ἦσαν αἱ συμβολαί, καὶ ἀποκόπτει μου τὴν παρθένον. [5] Περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ̓ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην.

Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε:


Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος.
[6]
ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια
γυνή: πόλεμος γὰρ περιλαμβάνει Βυζαντίους Θρᾳκικός.
Σῶζε δή μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης.


Ταῦτα πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλατταν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. Εἵποντο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας Σώστρατος [p. 42] ἔτυχε ταῖς γυναιξίν: ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ πλουσία τῇ στολῇ. [2] Ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς ἐπ̓ αὐτήν, ἐν ἀριστερᾷ παρθένος ἐκφαίνεταί μοι, καὶ καταστράπτει μου τοὺς ὀφθαλμοὺς τῷ προσώπῳ. [3] Τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην Σελήνην: ὄμμα γοργὸν ἐν ἡδονῇ: κόμη ξανθή, τὸ ξανθὸν οὖλον: ὀφρὺς μέλαινα, τὸ μέλαν ἄκρατον: λευκὴ παρειά, τὸ λευκὸν ἐς μέσον ἐφοινίσσετο καὶ ἐμιμεῖτο πορφύραν, οἵαν εἰς τὸν ἐλέφαντα Λυδία βάπτει γυνή: τὸ στόμα ῥόδων ἄνθος ἦν, ὅταν ἄρχηται τὸ ῥόδον ἀνοίγειν τῶν φύλλων τὰ χείλη. [4] Ὡς δὲ εἶδον, εὐθὺς ἀπωλώλειν: κάλλος γὰρ ὀξύτερον τιτρώσκει βέλους καὶ διὰ τῶν ὀφθαλμῶν ἐς τὴν ψυχὴν καταρρεῖ: ὀφθαλμὸς γὰρ ὁδὸς ἐρωτικῷ τραύματι. [5] Πάντα δέ με εἶχεν ὁμοῦ, ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια: ἐπῄνουν τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν, ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι: τοὺς δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην, οἱ δὲ οὐκ ἤθελον, ἀλλ̓ ἀνθεῖλκον ἑαυτοὺς ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι, καὶ τέλος ἐνίκησαν.


Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει δεῖπνον. Καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο τὰς κλίνας διαλαχόντες, οὕτω γὰρ ἔταξεν πατήρ: αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ, [2] τὴν δεξιὰν εἶχον αἱ παρθένοι. Ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν κατεφίλησα τὸν πατέρα, ὅτι μοι κατ̓ ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον. [3] Τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν, ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις [p. 43] ἐσθίουσιν: ἐρείσας δὲ κατὰ τῆς στρωμνῆς τὸν ἀγκῶνα καὶ ἐγκλίνας ἐμαυτόν, ὅλοις ἔβλεπον τὴν κόρην τοῖς προσώποις, κλέπτων ἅμα τὴν θέαν: τοῦτο γάρ μοι ἦν τὸ δεῖπνον. [4] Ὡς δὲ ἦμεν ἀπὸ τοῦ δείπνου, παῖς εἰσέρχεται κιθάραν ἁρμοσάμενος, τοῦ παρὸς οἰκέτης, καὶ ψιλαῖς τὸ πρῶτον διατινάξας ταῖς χερσὶ τὰς χορδὰς ἔκρουε καί τι κρουμάτιον λιγήνας ὑποψιθυρίζουσι τοῖς δακτύλοις, μετὰ τοῦτο ἤδη τῷ πλήκτρῳ τὰς χορδὰς ἔκρουε, καὶ ὀλίγον ὅσον κιθαρίσας συνῇδε τοῖς κρούμασι. [5] Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν καὶ γινομένη φυτὸν κόρη καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. Τοῦτό μοι μᾶλλον τὴν ψυχὴν ἐξέκαυσεν: [6] ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός: κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζεται, μάλισθ̓ ὅταν ἐκ τοῦ κρείττονος τὸ παράδειγμα: γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς τῷ τοῦ βελτίονος ἀξιώματι παρρησία γίνεται. [7] Καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγονἰδοὺ καὶ Ἀπόλλων ἐρᾷ, κἀκεῖνος παρθένου, καὶ ἐρῶν οὐκ αἰσχύνεται, ἀλλὰ διώκει τὴν παρθένον: σὺ δὲ ὀκνεῖς καὶ αἰδῇ καὶ ἀκαίρως σωφρονεῖς; μὴ κρείττων εἶ τοῦ θεοῦ;’


Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς, οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι. [2] Ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι [p. 44] καθεύδειν ἔθος ἦν, οὐδὲ ὕπνου τυχεῖν ἠδυνάμην. Ἔστι μὲν γὰρ φύσει καὶ τἆλλα νοσήματα καὶ τὰ τοῦ σώματος τραύματα ἐν νυκτὶ χαλεπώτερα, καὶ ἐπανίσταται μᾶλλον ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς ἀλγηδόνας: [3] ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν: τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. Ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπερισπῶντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς: ἐὰν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ̓ ἑαυτὴν ψυχὴ γενομένη τῷ κακῷ κυμαίνεται. [4] Πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα: τοῖς πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. Περὶ δὲ τὴν ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον. [5] Ἀλλ̓ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν κόρη: πάντα γὰρ ἦν: μοι Λευκίππη τὰ ἐνύπνια: διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας. Καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν: ὥστ̓ ἐπειδή με ἤγειρεν οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ὡς ἀπολέσας ὄνειρον οὕτω γλυκύν. [6] Ἀναστὰς οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ πρόσωπον τῆς κόρης βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς ἀνεγίνωσκον: τοῖς δὲ ὀφθαλμοῖς, εἰ κατὰ τὰς θύρας γενοίμην, ἐπίλλιζον κάτωθεν, καί τινας περιπατήσας διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. Καὶ ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρσεύετο.


Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος: [p. 45] μειρακίου δὲ ἔρως ἦν. Οὕτω δ̓ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον. [2] Ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς: δέ μοι μειδιῶν καὶ τὴν κεφαλὴν ἐπισείων ἔλεγενἔσῃ ποτὲ καὶ σύ μοι δοῦλος [3] ταχύ.’ Πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενοςἔδωκαἔφην Κλεινία, σοι δίκην τῶν σκωμμάτων: δοῦλος γέγονα κἀγώ.’ Ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν, καὶἐρᾷςεἶπενἐρᾷς ἀληθῶς: οἱ ὀφθαλμοί σου λέγουσιν.’ Ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχειτοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίῳτεθορυβημένος [4]οἴχομαί σοιλέγωνΚλεινία.’ Καὶ συνεστέναξεν Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος, καὶ τῇ φωνῇ τρέμωνἀποκτενεῖςεἶπεσιωπῶν: τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;’ Καὶ Χαρικλῆςγάμονεἶπεν πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ: πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος : ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν. [5] Ἀλλὰ πρὸς τὸν πλοῦτον πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος: ἐκδίδομαι δυστυχὴς τοῖς ἐκείνης χρήμασιν, ἵνα γήμω πωλούμενος.’


Ὡς οὖν ταῦτα ἤκουσεν Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. ‘Γάμονεἶπενἤδη σοι δίδωσιν πατήρ; τί γὰρ ἠδίκηκας, [2] ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος [p. 46]τοῖς δ̓ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες;’ Αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει: [3] κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ̓ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν: ‘Ἀτυχὴς μέλλων γαμεῖν: ἐπὶ πόλεμον, [4] δοκῶ μοι, πέμπεται.’ Ἀλλ̓ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα: νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας τράπεζα, Σθενεβοίας διαβολή, Ἀερόπης κλοπή, Πρόκνης σφαγή. [5] Ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ: ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ: ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην γυνή. [6] Τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα, [7] Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. πάντα τολμῶσαι γυναῖκες: κἂν φιλῶσι, φονεύουσι: κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ: καὶ ταύτην ἀπέκοψεν, Ζεῦ, τὴν κεφαλὴν γυνή. [8] Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα: τὸ γὰρ κάλλος [p. 47] ἔχει παρηγορίαν τῶν κακῶν, καὶ τοῦτ̓ ἔστιν ἐν ἀτυχήμασιν εὐτύχημα: εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, συμφορὰ διπλῆ. Καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν; [9] Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ̓ ἔστι τοῦ γάμου τὸ ἀτύχημα: μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς: μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ [10] γεωργῷ.’ Καὶ Χαρικλῆςταῦτα μὲνἔφηθεοῖς κἀμοὶ μελήσει: καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ̓ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ. [11] Τὸ δὲ νῦν ἔχον ἐφ̓ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.’ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.


Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο: πῶς ἴδοιμι, πῶς πάθοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶνοὐ φέρωλέγωνΚλεινία, τὴν ἀνίαν: ὅλος γάρ μοι προσέπεσεν ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων: [2] πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα: τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.’ Καὶ Κλεινίαςληρεῖςεἶπενοὕτως εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ̓ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν: αὐτήν σοι δέδωκε τὴν ἐρωμένην τύχη καὶ φέρουσα ἔνδον [p. 48] ἵδρυσεν. [3] Ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ τὸ βλέμμα μόνον ἤρκεσε τῆς ἐρωμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστὴς ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν ἂν τύχωσι κἂν ῥήματος μόνον: σὺ δὲ καὶ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις. [4] Καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς; ἀχάριστος εἶ πρὸς ἔρωτος δωρεάν. Οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη: μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. Ὀφθαλμοὶ γὰρ ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπτρῳ τῶν σωμάτων τὰ εἴδωλα, δὲ τοῦ κάλλους ἀπορροὴ δἰ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα ἔχει τινὰ μίξιν ἐν ἀποστάσει: [5] καὶ γλυκίων ἐστὶ τῆς τῶν σωμάτων μίξεως: καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. Ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι: μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. Ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον. [6] Εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη καὶ γυνή. Ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης ἐρῶν: τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι τίκτει πολλάκις ἀντέρωτα. Θέλει γὰρ ἑκάστη τῶν παρθένων εἶναι καλὴ καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα: κἂν μὴ φιλήσῃ τις αὐτήν, [7] οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.’ ‘Πῶς ἂν οὖνεἶπονγένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς: σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. [p. 49] Τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; Οὐκ οἶδα γὰρ τὰς ὁδούς.’


Μηδὲνεἶπεν Κλεινίαςπρὸς ταῦτα ζήτει παῤ ἄλλου μαθεῖν: αὐτοδίδακτος γάρ ἐστιν θεὸς σοφιστής. Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήναὐτόματα γὰρ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν), οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν. [2] Ἐὰν γὰρ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν ὑπ̓ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. Ὅσα δ̓ ἐστὶ κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. Μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον ἀφροδίσιον, [3] τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. Παῖς γὰρ καὶ παρθένος ὅμοιοι μὲν εἰς αἰδῶ: πρὸς δὲ τὴν τῆς Ἀφροδίτης χάριν κἂν τὴν γνώμην ἔχωσιν, πάσχουσιν ἀκούειν οὐ θέλουσι: τὴν γὰρ αἰσχύνην κεῖσθαι νομίζουσιν ἐν τοῖς ῥήμασι. [4] Γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα: παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν: ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται: τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε μᾶλλον τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει. [5] Ἐὰν δὲ τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν ἠρέμα: τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς [p. 50] ἀπειθοῦσαν δὲ ἱκετηρία. [6] Κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. Μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην ἴδῃς, ἀλλ̓ ἐπιτήρει πῶς ἀνθίσταται: σοφίας γὰρ κἀνταῦθα δεῖ. [7] Κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν: οὔπω γὰρ πείθεται: ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν, μὴ ἀπολέσῃς σου τὸ δρᾶμα.’


Κἀγὼμεγάλα μὲνἔφηνἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία: φοβοῦμαι δ̓ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω; [2] γαμεῖν μὲν οὐκ ἂν δυναίμην: ἄλλῃ γὰρ δέδομαι παρθένῳ: ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον πατὴρ δίκαια αἰτῶν, οὐ ξένην, οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ̓ ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ̓ αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, θεοί, πρὶν Λευκίππην ἰδεῖν, νῦν δὲ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω. [3] Ἐν μεθορίῳ κεῖμαι δύο ἐναντίων: Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. μὲν ἕστηκεν αἰδοῖ κρατῶν, δὲ κάθηται πυρπολῶν. Πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ φύσις, καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ̓ ἀντίδικον ἔχω χαλεπώτερον. Βασανίζει τὸν δικαστήν, ἕστηκε: μετὰ βελῶν, κρίνει μετὰ πυρός. Ἂν ἀπειθήσω, πάτερ, αὐτῷ, κάομαι τῷ πυρί.’


Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ: ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ [p. 51] κακοῦ, ὡς τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενονκακόν τι γέγονε Χαρικλεῖ.’ Ἅμα δὲ αὐτοῦ λέγοντος συνεξεφώνησεν οἰκέτηςτέθνηκε [2] Χαρικλῆς.’ Τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν ἀφῆκεν φωνὴ καὶ ἔμεινεν ἀκίνητος, ὥσπερ τυφῶνι βεβλημένος τῷ λόγῳ: δὲ οἰκέτης διηγεῖταιἐπὶ τὸν ἵππον τὸν σὸν ἐκάθισεν, Κλεινία, ὃς τὰ μὲν πρῶτα ἤλαυνεν ἠρέμα: δύο δὲ τρεῖς δρόμους περιελθὼν τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας. [3] Ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. Τὸν γὰρ χαλινὸν ἐνδακὼν καὶ τὸν αὐχένα γυρώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. Τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς ἔμπροσθεν ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον, [4] διώκοντες τὸν ἵππον. δὲ ἵππος τῇ τῶν ποδῶν κυρτούμενος ἁμίλλῃ, ἄνω τε καὶ κάτω πηδῶν πρὸς τὴν ἑκατέρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς νώτοις ἐκυμαίνετο. δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ τοῦ τῆς ἱππείας ταλαντευόμενος κύματος ἐκ τῆς ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ̓ οὐρὰν κατολισθάνων, ποτὲ δὲ ἐπὶ τράχηλον κυβιστῶν: δὲ τοῦ κλύδωνος ἐπίεζεν αὐτὸν χειμών. [5] Τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται [p. 52] τραύμασιν, ὅσαι τῶν κλάδων ἦσαν αἱ αἰχμαί. [6] Οἱ δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι τὸ σῶμα, ἀλλ̓ ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου τρίβον. δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς τῷ πτώματι καὶ ἐμποδιζόμενος εἰς τὸν δρόμον τῷ σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων τὸν δεσμὸν τῆς φυγῆς: ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν γνωρίσειε.’


Ταῦτα μὲν οὖν ἀκούων Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπ̓ ἐκπλήξεως, μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα ἠπείγετο: ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην. [2] Καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν: ὅλος γὰρ τραῦμα ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. Ἐξῆρχε δὲ τοῦ θρήνου πατὴρ πολυτάρακτον βοῶνοἷος ἀπ̓ ἐμοῦ προελθὼν οἷος ἐπανέρχῃ μοι, τέκνον; πονηρῶν ἱππασμάτων. Οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας: οὐδ̓ εὐσχήμων φαίνῃ νεκρός. [3] Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται: κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος: τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον. [4] Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος σκιά: μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι. [5] Πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε: νυμφίε μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι, τέκνον, θάλαμος, γάμος δὲ θάνατος, θρῆνος δὲ [p. 53] ὑμέναιος: δὲ κωκυτὸς οὗτος τῶν γάμων ᾠδαί. [6] Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν: ἀλλὰ τοῦτο μὲν ἔσβεσεν φθονερὰ τύχη μετὰ σοῦ: ἀνάπτει δέ σοι δᾷδας κακῶν. πονηρᾶς ταύτης δᾳδουχίας. νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.’


Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν πατήρ: ἑτέρωθεν δὲ καθ̓ αὑτὸν Κλεινίας: καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. ‘Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν̓ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν; [2] Ἐγὼ δὲ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις: ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους. [3] μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ̓ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής: ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.’


Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην: δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν: καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τοῦ τειχίουτέσσαρες δὲ ἦσαν πλευραὶκατάστεγος ὑπὸ χορῷ κιόνων: ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν τῶν δένδρων πανήγυρις. [2] Ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ̓ ἄλλον, ἐγίνοντο τῶν πετάλων περιπλοκαί, τῶν φύλλων [p. 54] περιβολαί, τῶν καρπῶν συμπλοκαί: τοιαύτη τις ἦν ὁμιλία τῶν φυτῶν. [3] Ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ περιεπεφύκει, μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ: δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ κιττὸς τοῦ φυτοῦ. [4] Ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι τοῖς φύλλοις ἔθαλλον, καὶ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ: τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ̓ ἡλίῳ πρὸς ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν γῆ τὴν σκιάν. [5] Τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ: χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου, καὶ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου. [6] Τῷ δὲ ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν τῆς θαλάσσης ἀστράπτει γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς. [7] Ὄρνιθες δὲ οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί: οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον: οἱ μὲν ᾄδοντες τὰ ὀρνίθων ᾄσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ. [8] Οἱ ᾠδοὶ δὲ τέττιγες [p. 55] καὶ χελιδόνες: οἱ μὲν τὴν Ἠοῦς ᾄδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν: οἱ δὲ χειροήθεις ταῶς καὶ κύκνος καὶ ψιττακός: κύκνος περὶ τὰς τῶν ὑδάτων πίδακας νεμόμενος, ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, ταῶς τοῖς ἄνθεσιν ἐπισύρων τὸ πτερόν. Ἀντέλαμπε δὲ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χρόᾳ καὶ ἦν ἄνθη πτερῶν.


Βουλόμενος οὖν εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. Διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῷ. [2] Ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν πτερῶν. ‘Τοῦτο μέντοι οὐκ ἄνευ τέχνης ὄρνιςἔφηνποιεῖ: ἀλλ̓ ἔστι γὰρ ἐρωτικός. Ὅταν γὰρ ἐπαγαγέσθαι θέλῃ τὴν ἐρωμένην, τότε οὕτως καλλωπίζεται. [3] Ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;’ δείξας θήλειαν ταῶνταύτῃ νῦν οὗτος τὸ κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. δὲ τοῦ ταῶ λειμὼν εὐανθέστερος: πεφύτευται γὰρ αὐτῷ καὶ χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν χρυσὸν περιθεῖ τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν τῷ πτερῷ.’


Καὶ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν, ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν, ( γὰρ ἔρωςἔφητοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;’ ‘οὐ μέχρις ὀρνίθωνἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς ἔχει πτερόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ δὲ δοκῶ μοι, καὶ λίθων. [2] Ἐρᾷ γοῦν Μαγνησία [p. 56] λίθος τοῦ σιδήρου: κἂν μόνον ἴδῃ, πρὸς αὑτὴν εἵλκυσεν, ὥσπερ ἐρωτικόν τι ἔνδον ἔχουσα. Καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα; [3] περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν: καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. δὲ λόγος: ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν: λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν. [4] ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ: κἂν θῆλυς ἀπῳκισμένος τῇ τῆς φυτείας στάσει, ἐραστὴς αὐαίνεται. Συνίησιν οὖν γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῖ νένευκε: κλίνεται γὰρ εἰς τὸ ἐρώμενον: [5] καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον: πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰς τὴν τοῦ ἄρρενος καρδίαν ἐντίθησι. Καὶ ἀνέψυξε μὲν τὴν ψυχὴν τοῦ φυτοῦ, τὸ δὲ σῶμα ἀποθνῆσκον πάλιν ἀνεζωπύρησε καὶ ἐξανέστη, χαῖρον ἐπὶ τῇ τῆς ἐρωμένης συμπλοκῇ. Καὶ τοῦτό ἐστὶ γάμος φυτῶν.


γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος, καὶ ἔστιν μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, δὲ ἐρωμένη κρήνη Σικελική. Διὰ γὰρ τῆς θαλάττης ποταμὸς ὡς διὰ πεδίου τρέχει. [2] δὲ οὐκ ἀφανίζει τὸν γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάττης χαράδρα τῷ ποταμῷ γίνεται: καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. Ὅταν οὖν τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν [p. 57] ἄλλος ἄλλα δῶρα: δὲ εὐθὺς πρὸς τὴν ἐρωμένην κομίζει καὶ ταῦτά ἐστιν ἕδνα ποταμοῦ. [3] Γίνεται δὲ καὶ ἐν τοῖς ἑρπετοῖς ἄλλο ἔρωτος μυστήριον, οὐ τοῖς ὁμογενέσι μόνον πρὸς ἄλληλα, ἀλλὰ καὶ τοῖς ἀλλοφύλοις. ἔχις τῆς γῆς ὄφις εἰς τὴν σμύραιναν οἰστρεῖ: δὲ σμύραινά ἐστιν ἄλλος ὄφις θαλάσσιος, εἰς μὲν τὴν μορφὴν ὄφις, εἰς δὲ τὴν χρῆσιν ἰχθύς. [4] Ὅταν οὖν εἰς γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. Ἀλλ̓ οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεταιοἶδε γὰρ ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρει), ἀλλ̓ ἄνεισιν εἰς πέτραν καὶ περιμένει τὸν νυμφίον καθῆραι τὸ στόμα. [5] Ἑστᾶσιν οὖν ἀμφότεροι πρὸς ἀλλήλους βλέποντες, μὲν ἐραστὴς ἠπειρώτης, δ̓ ἐρωμένη νησιῶτις. Ὅταν οὖν ἐραστὴς ἐξεμέσῃ τῆς νύμφης τὸν φόβον, δὲ ἐρριμμένον ἴδῃ τὸν θάνατον χαμαί, τότε καταβαίνει τῆς πέτρας καὶ εἰς τὴν ἤπειρον ἐξέρχεται καὶ τὸν ἐραστὴν περιπτύσσεται καὶ οὐκέτι φοβεῖται τὰ φιλήματα.


Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν: δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη: ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ. [2] Τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων λειμών. μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο: τῆς [p. 58] γὰρ κιθάρας αὐτὴν καιρὸς ἐκάλει: ἐμοὶ δὲ ἐδόκει παρεῖναι, ἀπελθοῦσα γὰρ τὴν μορφὴν ἐπαφῆκέ μου τοῖς ὀφθαλμοῖς. [3] Ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ Σάτυρος: ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: