previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λέγει δὴ καὶ Σώστρατοςἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, παιδία, κατελέξατε, φέρε ἀκούσατεἔφηκαὶ παῤ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, Κλειτοφῶν, ἀδελφήν, [2] ἵνα μὴ ἀσύμβολος μυθολογίας παντάπασι.’ Κἀγὼ ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην ἐπεστράφην καὶἄγε, πάτερεἶπονλέγε: μόνον περὶ ζώσης λέγοις.’ Ἄρχεται δὴ λέγειν φθάνω προειρηκὼς ἅπαντα, τὸν Καλλισθένην, τὸν χρησμόν, [3] τὴν θεωρίαν, τὸν λέμβον, τὴν ἁρπαγήν. Εἶτα προσέθηκεν ὅτιμαθὼν κατὰ τὸν πλοῦν ὡς οὐκ ἦν θυγάτηρ ἐμή, διημαρτήθη δὲ τὸ πᾶν ἔργον αὐτῷ, ἤρα δ̓ ὅμως καὶ σφόδρα τῆς Καλλιγόνης, προσπεσὼν αὐτῆς τοῖς γόνασιδέσποιναεἶπεμή με νομίσῃς λῃστὴν εἶναί τινα καὶ κακοῦργον, ἀλλὰ γάρ εἰμι τῶν εὖ γεγονότων, γένει Βυζάντιος, δεύτερος οὐδενός: ἔρως δέ με λῃστείας ὑποκριτὴν πεποίηκε καὶ ταύτας ἐπὶ σοὶ πλέξαι τὰς τέχνας. Δοῦλον οὖν με σεαυτῆς ἀπὸ ταύτης τῆς ἡμέρας νόμιζε: καί σοι προῖκα ἐπιδίδωμι τὸ μὲν πρῶτον ἐμαυτόν, ἔπειτα ὅσην οὐκ ἂν πατὴρ ἐπέδωκέ σοι: τηρήσω δέ σε παρθένον μέχριπερ ἂν σοὶ δοκῇ.’ Καὶ ταῦτα %5εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν. [4] Ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος [p. 211] καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο, ὥστε καὶ αὐτὴν ᾑρήκει τὴν κόρην ἤδη. [5] δὲ καὶ τἆλλα πάντα παρεῖχεν ἑαυτὸν κοσμιώτατον καὶ ἐπιεικῆ καὶ σώφρονα, καὶ ἦν τις ἐξαίφνης περὶ τὸν νεανίσκον θαυμαστὴ μεταβολή. Ἕδρας τε γὰρ ἐξανίστατο τοῖς πρεσβυτέροις καὶ ἐπεμελεῖτο φθάνειν προσαγορεύων τοὺς ἐντυγχάνοντας, καὶ τὸ τέως ἄκριτον πολυτελὲς ἐκ τῆς πρὶν ἀσωτίας εἰς τὸ εὔβουλον μεταπῖπτον τὸ μεγαλόφρον ἐφύλαττε πρὸς τοὺς ἐν χρείᾳ τοῦ λαβεῖν διὰ πενίαν ὄντας, ὥστε θαυμάζειν ἅπαντας τὸ αἰφνίδιον οὕτως ἐκ τοῦ χείρονος εἰς τὸ πάνυ χρηστὸν μετελθόν. [6] Ἐμὲ δ̓ οὖν ᾑρήκει πάντων μᾶλλον, καὶ ὑπερηγάπων αὐτὸν καὶ τὴν πρὶν ἀσωτίαν φύσεως ἐνόμιζον εἶναι θαυμαστὴν μεγαλουργίαν, ἀλλ̓ οὐκ ἀκρασίαν. [7] Κἀμὲ οὖν ὑπεισῄει τὸ τοῦ Θεμιστοκλέους, ὅτι κἀκεῖνος τὴν πρώτην ἡλικίαν σφόδρα δόξας ἀκόλαστος εἶναι πάντας ὑπερέβαλεν Ἀθηναίους ὕστερον σοφίᾳ τε καὶ ἀνδραγαθίᾳ: καὶ δὴ μετενόουν ἀποσκορακίσας αὐτόν, ὅτε μοι περὶ τοῦ τῆς θυγατρὸς διελέχθη γάμου. [8] Καὶ γάρ με σφόδρα ἐθεράπευε καὶ ἐκάλει πατέρα καὶ κατὰ τὴν ἀγορὰν ἐδορυφόρει καὶ τῶν εἰς πόλεμον γυμνασίων οὐκ ἠμέλει, ἀλλὰ καὶ πάνυ ἐρρωμένως ἐν ταῖς ἱππασίαις διέπρεπεν. [9] Ἦν μὲν οὖν καὶ παρὰ τὸν τῆς ἀσωτίας χρόνον τούτοις χαίρων καὶ χρώμενος, ἀλλ̓ ὡς ἐν τρυφῇ καὶ παιδιᾷ: τὸ δὲ ἀνδρεῖον ὅμως αὐτῷ καὶ τὸ ἔμπειρον λεληθότως ἐτρέφετο: τέλεον δὲ ἦν αὐτῷ τὸ %5ἔργον πρὸς τὸ καρτερῶς καὶ ποικίλως διαπρέπειν ἐν τοῖς πολεμικοῖς. [p. 212] [10] Ἐπεδίδου δὲ καὶ χρήματα ἱκανὰ τῇ πόλει. Κἀκεῖνον ἅμα ἐμοὶ στρατηγὸν προεβάλοντο: ὅθεν ἔτι μᾶλλον ὑπερησπάζετό με, ὑπήκοόν μοι κατὰ πάντα παρέχων ἑαυτόν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: