previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν τῇσιν ἀνακομιδῇσι τῇσιν ἐκ τῶν νούσων, ἔτι δὲ καὶ ἐν τῇσι νούσοισι τῇσι μακρῇσι γίνονται πολλαὶ συνταράξιες, αἱ μὲν ἀπὸ τωὐτομάτου, αἱ δὲ καὶ ἀπὸ τῶν προσενεχθέντων τῶν [p. 56] τυχόντων. οἶδα δὲ τοὺς πολλοὺς ἰητρούς, ὥσπερ τοὺς ἰδιώτας, ἢν τύχωσι περὶ τὴν ἡμέρην ταύτην τι κεκαινουργηκότες, λουσάμενοι περιπατήσαντες φαγόντες τι ἑτεροῖον, ταῦτα δὲ πάντα βελτίω προσενηνεγμένα μή, οὐδὲν ἧσσον τὴν [10] αἰτίην τούτων τινὶ ἀνατιθέντας καὶ τὸ μὲν αἴτιον ἀγνοεῦντας, τὸ δὲ συμφορώτατον, ἢν οὕτω τύχῃ, ἀφαιρέοντας. δεῖ δὲ οὔ, ἀλλ᾽ εἰδέναι, τί λουτρὸν ἀκαίρως προσγενόμενον ἐργάσεται τί κόπος. οὐδέποτε γὰρ αὐτὴ κακοπάθεια τούτων οὐδετέρου, οὐδέ γε ἀπὸ πληρώσιος οὐδ᾽ ἀπὸ βρώματος τοίου τοίου. ὅστις οὖν ταῦτα μὴ εἴσεται ὡς ἕκαστα ἔχει πρὸς τὸν ἄνθρωπον, οὔτε γινώσκειν τὰ [18] γινόμενα ἀπ᾽ αὐτῶν δυνήσεται οὔτε χρῆσθαι ὀρθῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: