This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘καὶ μὴν καὶ τὸ μαντικὸν τὸ ἐκ τῶν ὀνειράτων, ὃ θειότατον τῶν ἀνθρωπίνων δοκεῖ, ῥᾷον διορᾷ μὴ ξυντεθολωμένη ὑπὸ τοῦ οἴνου, ἀλλ᾽ ἀκήρατος δεχομένη αὐτὸ καὶ περιαθροῦσα: οἱ γοῦν ἐξηγηταὶ τῶν ὄψεων, οὓς ὀνειροπόλους οἱ ποιηταὶ καλοῦσιν, οὐκ ἂν ὑποκρίνοιντο ὄψιν οὐδεμίαν μὴ πρότερον ἐρόμενοι τὸν καιρόν, ἐν ᾧ εἶδεν. ἂν μὲν γὰρ ἑῷος ᾖ καὶ τοῦ περὶ τὸν ὄρθρον ὕπνου, ξυμβάλλονται αὐτὴν ὡς ὑγιῶς μαντευομένης τῆς ψυχῆς, ἐπειδὰν ἀπορρύψηται τὸν οἶνον, εἰ δ᾽ ἀμφὶ πρῶτον ὕπνον ἢ μέσας νύκτας, ὅτε βεβύθισταί τε καὶ ξυντεθόλωται ἔτι ὑπὸ τοῦ οἴνου, παραιτοῦνται τὴν ὑπόκρισιν σοφοὶ ὄντες. ὡς δὲ καὶ τοῖς θεοῖς δοκεῖ ταῦτα καὶ τὸ χρησμῶδες ἐν ταῖς νηφούσαις ψυχαῖς τίθενται, σαφῶς δηλώσω: ἐγένετο, ὦ βασιλεῦ, παρ᾽ Ἕλλησιν Ἀμφιάρεως ἀνὴρ μάντις.’ ‘οἶδα,’ εἶπε ‘λέγεις γάρ που τὸν τοῦ Οἰκλέους, ὃν ἐκ Θηβῶν ἐπανιόντα ἐπεσπάσατο ἡ γῆ ζῶντα.’ ‘οὗτος, ὦ βασιλεῦ,’ ἔφη ‘μαντευόμενος ἐν τῇ Ἀττικῇ νῦν ὀνείρατα ἐπάγει τοῖς χρωμένοις, καὶ λαβόντες οἱ ἱερεῖς τὸν χρησόμενον σίτου τε εἴργουσι μίαν ἡμέραν καὶ οἴνου τρεῖς, ἵνα διαλαμπούσῃ τῇ ψυχῇ τῶν λογίων σπάσῃ: εἰ δὲ ὁ οἶνος ἀγαθὸν ἦν τοῦ ὕπνου φάρμακον, ἐκέλευσεν ἂν ὁ σοφὸς Ἀμφιάρεως τοὺς θεωροὺς τὸν ἐναντίον ἐσκευασμένους τρόπον καὶ οἴνου μεστούς, ὥσπερ ἀμφορέας, ἐς τὸ ἄδυτον αὐτῷ φέρεσθαι. πολλὰ δὲ καὶ μαντεῖα λέγοιμ᾽ ἂν εὐδόκιμα παρ᾽ Ἕλλησί τε καὶ βαρβάροις, ἐν οἷς ὁ ἱερεὺς ὕδατος, ἀλλ᾽ οὐχὶ οἴνου σπάσας ἀποφθέγγεται τὰ ἐκ τοῦ τρίποδος. θεοφόρητον δὴ κἀμὲ ἡγοῦ καὶ πάντας, ὦ βασιλεῦ, τοὺς τὸ ὕδωρ πίνοντας: νυμφόληπτοι γὰρ ἡμεῖς καὶ βάκχοι τοῦ νήφειν.’ ‘ποιήσῃ οὖν,’ ἔφη ‘ὦ [p. 80] Ἀπολλώνιε, κἀμὲ θιασώτην;’ ‘εἴπερ μὴ φορτικὸς’ εἶπε ‘τοῖς ὑπηκόοις δόξεις: φιλοσοφία γὰρ περὶ βασιλεῖ ἀνδρὶ ξύμμετρος μὲν καὶ ὑπανειμένη θαυμαστὴν ἐργάζεται κρᾶσιν, ὥσπερ ἐν σοὶ διαφαίνεται, ἡ δ᾽ ἀκριβὴς καὶ ὑπερτείνουσα φορτική τε, ὦ βασιλεῦ, καὶ ταπεινοτέρα τῆς ὑμετέρας σκηνῆς φαίνεται καὶ τύφου δὲ αὐτό τι ἂν ῾ἔχειν᾽ ἡγοῖντο βάσκανοι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.