This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πιόντας δὲ αὐτοὺς ἐδέξατο ἡ γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ. ἐπεὶ δὲ νὺξ μέση ἐγένετο, πρῶτον μὲν ἀναστάντες τὴν ἀκτῖνα μετέωροι ὕμνησαν, ὥσπερ [p. 111] ἐν τῇ μεσημβρίᾳ, εἶτα τῷ βασιλεῖ ξυνεγένοντο, ὁπόσα ἐδεῖτο. παρατυχεῖν μὲν οὖν τὸν Ἀπολλώνιον οἷς ἐσπούδασεν ὁ βασιλεὺς οὔ φησιν ὁ Δάμις, οἴεσθαι δ᾽ αὐτὸν περὶ τῶν τῆς ἀρχῆς ἀπορρήτων τὴν ξυνουσίαν πεποιῆσθαι. θύσας οὖν ἅμα ἡμέρᾳ προσῆλθε τῷ Ἀπολλωνίῳ καὶ ἐκάλει ἐπὶ ξένια ἐς τὰ βασίλεια, ζηλωτὸν ἀποπέμψειν φάσκων ἐς Ἕλληνας, ὁ δὲ ἐπῄνει μὲν ταῦτα, οὐ μὴν ἐπιδώσειν γε ἑαυτὸν ἔφασκεν ἀνδρὶ μηδὲν ὁμοίῳ, καὶ ἄλλως πλείω χρόνον ἀποδημῶν τοῦ εἰκότος αἰσχύνεσθαι τοὺς οἴκοι φίλους ὑπερορᾶσθαι δοκοῦντας. ἀντιβολεῖν δὲ τοῦ βασιλέως φάσκοντος καὶ ἀνελευθέρως ἤδη προσκειμένου ‘βασιλεὺς’ ἔφη ‘ταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει.’ προσελθὼν οὖν ὁ Ἰάρχας ‘ἀδικεῖς,’ εἶπεν ‘ὦ βασιλεῦ, τὸν ἱερὸν οἶκον ἀπάγων ἐνθένδε ἄνδρα ἄκοντα, καὶ ἄλλως τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυνουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπ᾽ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην, ἴσως δὲ οὐδ᾽ αὐτῷ σοι χρηστόν τι ἕξουσαν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.