This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πατρὸς δ᾽ αὖ τινος εἰπόντος, ὡς γένοιντο μὲν αὐτῷ παῖδες, ἀποθάνοιεν δὲ ὁμοῦ τῷ ἄρξασθαι οἶνον πίνειν ὑπολαβὼν εἶπεν ὁ Ἰάρχας ‘καὶ βελτίους ἀποθανόντες ἐγένοντο, οὐ γὰρ ἂν διέφυγον τὸ μὴ μανῆναι, θερμοτέρων, ὡς φαίνεται, σπερμάτων φύντες. οἴνου μὲν οὖν ἀφεκτέον τοῖς ἐξ ὑμῶν, ὡς δὲ μηδὲ ἐς ἐπιθυμίαν ποτὲ οἴνου κατασταῖεν, εἴ σοί πάλιν παιδίον γένοιτο, γέγονε δὲ [p. 116] ἑβδόμην ἡμέραν, ὡς ὁρῶ, τὴν γλαῦκα τὴν ὄρνιν χρὴ ἐπιφυλάττειν, οὗ νεοττεύει, καὶ τὰ ᾠὰ σπάσαντα δοῦναι μασᾶσθαι τῷ βρέφει συμμέτρως ἕψοντα, εἰ γὰρ βρώσεταί τι τούτων, πρὶν οἴνου γεύσεται, μῖσος αὐτῷ πρὸς τὸν οἶνον ἐμφύσεται καὶ σωφρονέστατα διακείσεται μόνου ξυγκεκραμένος τοῦ ἐν τῇ φύσει θερμοῦ.’ Τούτων οὖν ἐμπιπλάμενοι καὶ τοὺς ἄνδρας ἐκπληττόμενοι τῆς ἐς πάντα σοφίας παμπόλλους ὁσημέραι λόγους ἠρώτων, πολλοὺς δὲ καὶ αὐτοὶ ἠρωτῶντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.