This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρελθὼν δὲ ἐπ᾽ ἄλλης ἡμέρας ἐς τοὺς Ἴωνας, ‘τίς’ ἔφη ‘ὁ κρατὴρ οὗτος;’ οἱ δὲ ἔφασαν ‘Πανιώνιος.’ ἀρυσάμενος οὖν καὶ σπείσας, ‘ὦ θεοί,’ εἶπεν ‘Ἰώνων ἡγεμόνες, δοίητε τῇ καλῇ ἀποικίᾳ ταύτῃ θαλάττῃ ἀσφαλεῖ χρῆσθαι καὶ μηδὲν τῇ γῇ κακὸν ἐξ αὐτῆς προσκωμάσαι, μηδ᾽ Αἰγαίωνα σεισίχθονα τινάξαι ποτὲ τὰς πόλεις.’ τοιαῦτα ἐπεθείαζε προορῶν, οἶμαι, τὰ χρόνοις ὕστερον περί τε Σμύρναν περί τε Μίλητον περί τε Χίον καὶ Σάμον καὶ πολλὰς τῶν Ἰάδων ξυμβάντα. [p. 128]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.