This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ Εὐφράτης ‘τοῖς μὲν δεδογμένοις ξυγχωρῶ,’ ἔφη ‘τί γὰρ ἂν πλέον μεταδιδάσκων πράττοιμι; φιλοσοφίαν δέ, ὦ βασιλεῦ, τουτὶ γὰρ λοιπὸν προσειρήσει, τὴν μὲν κατὰ φύσιν ἐπαίνει καὶ ἀσπάζου, τὴν δὲ θεοκλυτεῖν φάσκουσαν παραιτοῦ, καταψευδόμενοι γὰρ τοῦ θείου πολλὰ καὶ ἀνόητα ἡμᾶς ἐπαίρουσιν.’ ταυτὶ μὲν πρὸς τὸν Ἀπολλώνιον αὐτῷ ἐλέγετο, ὁ δὲ οὐδὲν ἐπιστραφεὶς ἀπῄει μετὰ τῶν ἑαυτοῦ γνωρίμων, διανύσας τὴν σπουδήν: βουλομένου δὲ τοῦ Εὐφράτου θρασύτερόν τι περὶ αὐτοῦ λέγειν, ξυνῆκεν ὁ βασιλεὺς καὶ διακρουόμενος αὐτὸν ‘ἐσκαλεῖτε’ ἔφη ‘τοὺς δεομένους τῆς ἀρχῆς καὶ ἀπολαβέτω ἡ βουλὴ τὸ ἑαυτῆς σχῆμα.’ οὕτω μὲν δὴ ὁ Εὐφράτης ἔλαθε διαβαλὼν ἑαυτόν, καὶ γὰρ βάσκανός τε τῷ βασιλεῖ καὶ ὑβριστὴς ἔδοξε, καὶ τοὺς λόγους τοὺς ὑπὲρ τῆς δημοκρατίας οὐχ ὡς ἐγίγνωσκεν, εἰρηκώς, ἀλλ᾽ ἐς ἀντιλογίαν τοῦ Ἀπολλωνίου δἰ ἃ περὶ τῆς ἀρχῆς ἐκείνῳ ἐδόκει: οὐ μὴν ἀπερρίπτει αὐτόν, οὐδὲ ἐπεδήλου τι ὀργῆς πρὸς ταῦτα. καὶ τὸν Δίωνα οὐκ ἐπῄνει μὲν ξυναράμενον αὐτῷ τῆς γνώμης, οὐ μὴν ἐπαύσατο ἀγαπῶν: ἐπίχαρίς τε γὰρ τὰς διαλέξεις ἐδόκει καὶ τὰς ἔριδας παρῃτεῖτο, ὥραν τε ἐπέφαινε τοῖς: λόγοις, οἵα τοῦ πρὸς τοῖς ἱεροῖς ἀτμοῦ ἐκπνεῖ, προσῆν δὲ αὐτῷ καὶ τὸ ἀποσχεδιάζειν ἄριστα ἀνθρώπων. τὸν δὲ Ἀπολλώνιον ὁ βασιλεὺς οὐκ ἠγάπα μόνον, ἀλλὰ καὶ ὑπέκειτο αὐτῷ διιόντι μὲν τὰ ἀρχαῖα, διηγουμένῳ δὲ τὸν [p. 199] Ἰνδὸν Φραώτην ποταμούς τε ἀναγράφοντι καὶ θηρία, ὑφ᾽ ὧν ἡ Ἰνδικὴ οἰκεῖται, προλέγοντι δὲ καὶ ὁπόσα οἱ θεοὶ περὶ τῆς ἀρχῆς ἔφαινον. ἐξελαύνων δὲ τῆς Αἰγύπτου ξυνῳκισμένης τε καὶ νεαζούσης κοινωνὸν μὲν τῆς ὁδοῦ τὸν Ἀπολλώνιον ἐποιεῖτο, τῷ δὲ οὐκ ἐδόκει ταῦτα: Αἴγυπτόν τε γάρ, ὁπόση ἐστίν, οὔπω ἑωρακέναι τοῖς τε Γυμνοῖς οὔπω ἀφῖχθαι ἐς λόγον μάλα ἐσπουδακὼς σοφίᾳ Ἰνδικῇ ἀντικρῖναι Αἰγυπτίαν. ‘οὐδὲ Νείλου’ ἔφη ‘ἔπιον, ὅθεν ἄρχεται.’ ξυνεὶς οὖν ὁ βασιλεύς, ὅτι ἐπ᾽ Αἰθιοπίαν στέλλεται ‘ἡμῶν δὲ’ ἔφη ‘οὐ μεμνήσῃ;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ἢν βασιλεὺς ἀγαθὸς μένῃς καὶ σεαυτοῦ μνημονεύῃς.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.