This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συρίας ἄρχοντος καὶ καθιέντος ἐς αὐτοὺς ὑποψίας, ὑφ᾽ ὧν διειστήκεσαν ἐκκλησιαζομένη πόλις, σεισμοῦ δὲ γενναίου προσπεσόντος, ἔπτηξαν καὶ ὅπερ ἐν διοσημίαις εἴωθεν, ὑπὲρ ἀλλήλων ηὔξαντο. παρελθὼν οὖν ὁ Ἀπολλώνιος ‘ὁ μὲν θεὸς’ ἔφη ‘διαλλακτὴς ὑμῶν σαφὴς γέγονεν, ὑμεῖς δὲ οὐδ᾽ ἂν αὖθις στασιάσαιτε, τὰ αὐτὰ φοβούμενοι.’ καὶ κατέστησεν [p. 250] αὐτοὺς ἐς ἔννοιαν ὧν πείσονται, καὶ ῾ὡσ᾽ ταυτὸ τοῖς ἑτέροις φοβήσονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.