This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτ᾽ ἐπράττετο μὲν κατὰ τὴν Ῥώμην, ἑωρᾶτο δ᾽ Ἀπολλωνίῳ κατὰ τὴν Ἔφεσον. διαλεγόμενος γὰρ περὶ τὰ τῶν ξυστῶν ἄλση κατὰ μεσημβρίαν, ὅτε δὴ καὶ τὰ ἐν τοῖς βασιλείοις ἐγίγνετο, πρῶτον μὲν ὑφῆκε τῆς φωνῆς, οἷον δείσας, εἶτ᾽ ἐλλιπέστερον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἡρμήνευσεν ἴσα τοῖς μεταξὺ λόγων διορῶσί τι ἕτερον, εἶτα ἐσιώπησεν, ὥσπερ οἱ τῶν λόγων ἐκπεσόντες, βλέψας τε δεινὸν ἐς τὴν γῆν καὶ προβὰς τρία ἢ τέτταρα τῶν βημάτων ‘παῖε τὸν τύραννον, παῖε’ ἐβόα, οὐχ ὥσπερ ἐκ κατόπτρου τινὸς εἴδωλον ἀληθείας ἕλκων, ἀλλ᾽ αὐτὰ ὁρῶν καὶ ξυλλαμβάνειν δοκῶν τὰ δρώμενα. ἐκπεπληγμένης δὲ τῆς Ἐφέσου, παρῆν γὰρ διαλεγομένῳ πᾶσα, ἐπισχὼν ὅσον οἱ διορῶντες, ἔστ᾽ ἂν γένηταί τι τῶν ἀμφιβόλων τέλος ‘θαρρεῖτε,’ εἶπεν ‘ὦ ἄνδρες, ὁ γὰρ τύραννος ἀπέσφακται τήμερον. τί λέγω τήμερον; ἄρτι, νὴ τὴν Ἀθηνᾶν, ἄρτι, περὶ τὸν καιρὸν τῶν ῥημάτων, οἷς ἐπεσιώπησα.’ μανίαν δὲ ταῦθ᾽ ἡγουμένων τῶν κατὰ τὴν Ἔφεσον καὶ βουλομένων μὲν ἀληθεύειν αὐτὸν, δεδιότων δὲ τὸν τῆς ἀκροάσεως κίνδυνον ‘οὐ θαυμάζω’ ἔφη ‘τῶν μήπω προσδεχομένων τὸν λόγον, ὃν μηδ᾽ ἡ Ῥώμη γιγνώσκει πᾶσα: ἀλλ᾽ ἰδοὺ γιγνώσκει, διαφοιτᾷ γάρ, καὶ πιστεύουσι μὲν ἤδη μύριοι, πηδῶσι δ᾽ ὑφ᾽ ἡδονῆς δὶς τόσοι καὶ διπλάσιοι τούτων καὶ [p. 340] τετραπλάσιοι καὶ πάντες οἱ ἐκείνῃ δῆμοι. ἀφίξεται τουτὶ τὸ ῥῆμα καὶ δεῦρο, καὶ τὸ μὲν θύειν ὑμᾶς ἐπ᾽ αὐτοῖς ἀναβεβλήσθω ἐς καιρόν, ὃν ἀπαγγελθήσεται ταῦτα, ἐγὼ δὲ εἶμι προσευξόμενος τοῖς θεοῖς ὑπὲρ ὧν εἶδον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.