Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ μὲν δὴ σώματος ἀναλογίας καὶ εἴτε ὁ τοιόσδε
βελτίων, εἴτε ὁ τοιόσδε, εἰσί που καὶ δεκταὶ ἀντιλογίαι
παρὰ τοῖς μὴ ξὺν λόγῳ διεσκεμμένοις ταῦτα,
περὶ δὲ κράσεων, ὁπόσαι εἰσίν, οὔτε ἀντείρηταί
[p. 284]
πω, οὔτε ἀντιλεχθείη ἂν τὸ μὴ οὐκ ἀρίστην κράσεων
τὴν θερμήν τε καὶ ὑγρὰν εἶναι, ξύγκειται γὰρ ὥσπερ
τὰ πολυτελῆ τῶν ἀγαλμάτων ἐξ ἀκηράτου τε καὶ
καθαρᾶς ὕλης. ἐλεύθεροι μὲν πηλοῦ τε καὶ ἰλύος καὶ
χυμῶν περιττῶν, οἷς τὸ τοῦ φλέγματος καὶ τὸ τῆς
χολῆς ἐπαναπλεῖ νᾶμα, εὐκάματοι δὲ ἃ χρὴ μοχθεῖν,
καὶ εὔσιτοι καὶ νοσοῦντες μὲν ὀλιγάκις, ταχὺ δὲ ἐκ
τῶν νόσων ἀναφέροντες, εὐάγωγοί τε καὶ εὐήνιοι
γυμνάσαι ποικίλως δι᾽ εὐμοιρίαν κράσεως ἀρίστης.
οἱ δὲ ἐπίχολοι τῶν ἀθλητῶν θερμοὶ μέν, ξηροὶ δὲ
τὴν κρᾶσιν καὶ ἄκαρποι τοῖς γυμνάζουσι, καθάπερ
τοῖς σπείρουσιν αἱ θερμαὶ ψάμμοι. ἔῤῥωνται δὲ ὅμως
τῷ ἑτοίμῳ τῆς γνώμης, περίεστι γὰρ αὐτοῖς τούτου.
τὸ ξυγκίρνασθαι τὴν κατὰ τὸ σῶμα θερμὴν ἕξιν ὑπὸ
ψυχρότητος. γυμναστέοι τε οὗτοι συντόνως μυωπιζόμενοι,
οἱ δὲ ἐπίχολοι βάδην καὶ διαπνέοντες, τοῖς μὲν
γὰρ δεῖ κέντρου, τοῖς δὲ ἡνίας. χρὴ δὲ τοὺς μὲν ξυνάγειν
τῇ κόνει, τοὺς δὲ τῷ ἐλαίῳ ἐπαιονεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.