previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ε. περὶ Χολέρης.

χολέρη παλίνορσός ἐστι φορὴ τῆς ὕλης τῆς ἐν τῳ παντὶ ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτατον κακόν: διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα: διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα τὰ δι᾽ ἐμέτου, τὰ δὲ δι᾽ ἕδρης κόπρανα ὑγρὰ, δυσώδεα : ἀπέψιες γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες: ἢν δὲ τάδε ἀποκλυσθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα : τὰ πρῶτα μὲν Ρ῾ηϊδίως, ἀπόνως: ἔπειτα δὲ ξὺν ἐντάσεσι μὲν στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων.

ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ, καὶ στρόφοι μείζονες, λειποθυμίη , ἔκλυσις μελέων, ἀπορίη, ἀποσιτίη : ἢν δὲ καί τι προσενέγ κωνται, πολλῷ Ρ῾οίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει ξανθὴ χολὴ κατακορέως καὶ τὰ διαχωρήματα ὅμοια: σπασμοὶ, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων: δάκτυλοι καμπύλοι, σκοτόδινος , λὺγξ, ὄνυχες πελιδνοὶ, κατάψυξις, ἄκρεα ψυχρὰ, καὶ τὸ ὅλον Ρ῾ιγώδεες.

[p. 34] ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ κακὸν, ἀτὰρ ἱδροῖ ὥνθρωπος,1 χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ: ἀλλ᾽ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύσεως: ἀφωνίη, σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ: ἐντάσιες ἐμέτου ξυνεχέες κενεαὶ, προθυμίαι τεινεσμώδεες, ξηραὶ, ἄχυλοι : θάνατος ἐπώδυνος καὶ οἴκτιστος, σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ.

φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρεος, δεύτερον δὲ φθινόπωρον, ἦρἧσσον, χειμὼν ἥκιστα: ἡλικίαι δὲ, αἱ τῶν νέων καὶ ἀκμαζόντων : γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλ᾽ οὐ θανατώδεα.

1 Ermerins places the words ἀτὰρ ἱδροῖ ὥνθρωπος after Ρ῾ιγώδεες, but the necessity for this change is not very clear.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: