previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ς .περὶ Παραλύσεως.

ἀποπληξίη, παραπληγίη, πάρεσις , παράλυσις, ἅπαντα τῷ γένεϊ τωὐτά. γάρ κινήσιος, ἁφῆς, ἀμφοῖν ἐστι ἔκλειψις: κοτὲ καὶ γνώμης, κοτὲ καὶ τῆς ἄλλης αἰσθήσιος. ἀλλ᾽ ἀποπληξίη μὲν ὅλου τοῦ σκήνεος, καὶ τῆς αἰσθήσιός τε καὶ γνώμης καὶ κινήσιός ἐστι παράλυσις. τοιγαροῦν ἀποπληξίην λῦσαι ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενῆ δὲ οὐ Ρ῾ηΐδιον.1 παραπληγίη δὲ πάρεσις μὲν ἁφῆς καὶ κινήσιος, ἀλλὰ μέρεος, χειρὸς, σκέλεος : παράλυσις δὲ ὡς ἐπίπαν κινήσιος μοῦνον, ἐνεργείης τε πάρεσις: ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ, — σπάνιον δὲ τὸ τοιόνδε, — ἀναισθησίη μᾶλλον πάρεσις κικλήσκεται: ἢν δὲ ἀπόπληκτον Ἱπποκράτης εἴπῃ σκέλος τὸ κατ᾽ ἴξιν, ὡς νεκρῶδες, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι.2 γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐστὶ ἰσχυρὴ, τόδε ἐν τῷ σκέλεϊ παραπληγίην φράζει: κύστιος δὲ οὔρων σχέσιος ἀκρασίης, πάρεσις τὸ κύριον: βλεφάρων δὲ καὶ μήλων καὶ μυῶν τῶν ἐν γνάθοις, καὶ γένυος ἐπὶ θάτερα παραγωγὴ,

[p. 63] ἢν ἐπὶ σπασμῷ διαστρέφηται, κυνικὸς σπασμὸς κλῆσις: ἔκλυσιν δὲ γουνάτων καὶ αἰσθήσιος πρόσκαιρον νάρκην καὶ ἀψυχίην καὶ κατάπτωσιν, λιποθυμίην καλέομεν.

παρίεται ν, ἄλλοτε μὲν μέρεα καθ᾽ ἓν, ὀφρὺς μούνη, δάκτυλος, ἔτι μέζω, χεὶρ, σκέλος : ἄλλοτε δὲ ὁμοῦ πλεῦνα: καί ποτε δεξιὰ μοῦνον, ἀριστερ , ἰδίῃ καὶ ἰδίῃ, ξύμπαντα : ἐπ᾽ ἀκριβὲς, ἧσσον. οὐ τὰ διεστῶτα μοῦνον καὶ ὁμώνυμα καὶ ὁμόζυγα, ὀφθαλμοὶ, χεῖρες, σκέλος, ἀλλὰ καὶ τὰ ξυμφυέα, Ρ῾ὶς ἐς τὸ ἶσον, καὶ γλῶσσα μέσφι τῶν ὁρίων τοῦ μέσου, καὶ παρίσθμιον ἓν, καὶ ἰσθμὸς, καὶ κατάποσις ἐς ἥμισυ. δοκέω δὲ ἐγώ κοτε καὶ στόμαχον, καὶ τὰ ἔντερα, καὶ κύστιν, καὶ τὸ παράμηκες ἔντερον ἄχρι τῆς ἀρχῆς τωὐτὸ πεπονθέναι: ἀλλὰ τὰ μὲν μέλεα τὰ ἐντὸς ἐκλυόμενα 3 κρυπτὰ καὶ ἀφανέα: ἡμιτελέες δὲ καὶ αἱ ἐνέργειαι: τῇδέ μοι δοκέει καὶ ἡμιπαθέα ἔμμεναι τὰ μέρεα διχῆ ὑπὸ τῆς νοῦσου τετμημένα. τόδε μέντοι τὸ πρῆγμα δίδαγμα διαφορῆς δυνάμιός τε καὶ κρίσιος πρὸς ἀριστερὰ δεξιοῖς. ἴση μὲν γὰρ καὶ προσίζουσα αἰτίη, ξυναὶ δὲ ἀμφοῖν τοῦ πάθεος αἱ προφάσιες, ἤν τε ψύξις, ἤν τε ἀπεψίη, ἀλλὰ ἄμφω παθεῖν οὐκ ἶσα ἄν. ἰσόρροπος δὲ φύσις, ὡς ἐν ἰσορρόπῳ, τωὐτὸν δὲ ἐν ἀνίσοις ἀδύνατον. ἢν μὲν οὖν τῆς κεφαλῆς κάτω πάθῃ τις ἀρχὴ, ὁκοῖόν τι τοῦ νωτιαίου μυελοῦ μῆνιγξ, τὰ ὁμώνυμα καὶ ξυναφέα παραλύεται, δεξιὰ ἐπὶ δεξιοῖσι, καὶ ἐπ᾽ ἀριστεροῖσι λαιά. ἢν δὲ κατάρχῃ κεφαλὴ, ἐπὶ μὲν τοῖσι δεξιοῖσι τὰ λαιὰ παραλύεται, δεξιὰ δὲ ἐπ᾽ ἀριστεροῖσι. αἰτίη δὲ, τῶν ἀρχέων τῶν νεύρων ἐπαλλαγή. οὐ γὰρ κατ᾽ ἴξιν τὰ δεξιὰ ἐπὶ δεξιὰ ὁδοιπορέει, μέσφι περατῶνται, ἀλλ᾽ ἔμφυτα τῇ ἀρχῇ ἕκαστα εὐθὺς ἐπ᾽ ἐκεῖνα φοιτῇ, ἀλλήλοισι ἐπαλλαξάμενα [p. 64] εἰς χιασμὸν σχήματος: ἀθρόον δὲ εἰρῆσθαι, εἴτε ξύμπαντα ὁμοῦ, εἴτε μέρεα παρίεται, ... ξυναμφοτέρων, νεῦρα δὲ ἄλλοτε μὲν τὰ ἀπὸ κεφαλῆς πάσχει: τάδε μέντοι ἐς ἀναισθησίην τρέπονται, ὡς ἔπος εἰπεῖν: οὐ γὰρ Ρ῾ηϊδίως ἐς ἀκινησίην ἐξ ὡυτέων Ρ῾έπει τάδε: κἢν μὲν τοῖσι κινευμένοισι ξυμπαθήσῃ, πάσχει καὶ τάδε σμικρὴν ἀκινησίην: ἴσχει γὰρ καὶ τὴν κίνησιν ἐξ ὡυτέων, εἰ καὶ ἐπὶ ἧσσον φύσι: ἄλλοτε δὲ τὰ ἀπὸ μυῶν4 ἐς μύας περαιούμενα, τάδε τὸ κῦρος τῆς κινήσιος ἴσχει, καὶ τοῖσι ἀπὸ τῆς κεφαλῆς προσδιδοῖ. καὶ γὰρ αὐτὰ ἀπ᾽ ἐκείνων τὸ πλεῖστον τῆς κινήσιος ἴσχει:5 ἴσχει δὲ καὶ ἐξ ἑωυτέων καὶ ἔλαττον : τάδε μέντοι ἀκινησίην πάσχει μᾶλλον: σπάνιον δὲ εἴ κοτε ἐξ ἑωυτέων εἰς ἀναισθησίην τρέποντα ι, δοκεῖ καὶ μὴ εἰς τὸ πάμπαν: ἢν δὲ ξύνδεσμός τις νεύρων λυθῇ τῶν ἐξ ὀστέων πεφυκότων τινὸς, καὶ κραινόν των ἐς ὀστέα, Ρ῾αγέντος,6 ἀκρατέα τὰ μέρεα καὶ ἐπισυρόμενα, οὐκ ἀναίσθητα, γίγνεται.

εἴδεα δὲ παραπληκτικὰ τάδε. ἄλλοτε μὲν ἐς ἔκτασιν λέλυται τὰ μέλεα, οὐδὲ παλινδρομέει ἐς κάμψιν, εὖτε μήκιστα κῶλα φαίνεται: ἄλλοτε δὲ κυλλὰ γίγνεται, οὐδὲ ἐς μῆκος ἀποτείνεται: εἰ δὲ ἐκτανύσαι βιᾶται, ὅκως ξύλα ἐς κανόνα7 καταξέω ν, τὰ μέλεα βραχύτερα ἑωυτέων γίγνεται: τάδε πάσχει ἄμφω τὰ εἴδεα, καὶ ἐν τοῖς ὀφθαλμοῖσι παρθένος.

[p. 65] καὶ γὰρ ἐκχέεται πολλὸν ἐς μέγεθος, εὖτε πλατυκορίην ὀνομάζομεν . ἀτὰρ ἠδὲ ξυνάγεται ἐς σμικρὸν κούρη, εὖτε φθίσιν ἣν ἠδὲ μυδρίησιν ἐγὼ κικλήσκω. ἀλλὰ καὶ κύστις παρίεται ἐπὶ τοῖσι ἰδίοισι ἔργοισι. γὰρ εἰς ἔκτασιν λύεται, ἀκρατὶ τὰ οὖρα ἐκχέει, ξυνειλέεται ἐς ἑωυτέην, εὖτε, ὅταν πλησθῇ οὔρου, οὐ διΐησιν.

αἰτίαι δὲ παρέσιος μὲν ἕξ: ἄρχονται δὲ τρώματι, πληγῇ, ψύξι, ἀπεψίῃ, λαγνείῃ, οἰνοφλυγίῃ : ἀτὰρ καὶ ψυχῆς ἀκρατέα πάθεα, ἐκπλήξιες, φόβοι, δυσθυμίαι : ἀτὰρ καὶ παιδίοισι δείματα. παρέλυσέ κοτε καὶ χάρμα ἀδόκητον καὶ μέγα, καὶ γέλως ἄσβεστος μέχρι θανάτου. ἀλλὰ τάδε μὲν ἀρχὴ πρώτη: ὑστάτη δὲ καὶ καιρίη, ψύξις ἐμφύτου θερμοῦ: ἐπὶ ὑγρότητι ξηρότητι πάσχει ἥδε, καὶ δυσαλθὴς τῆς ἑτέρης μᾶλλον: ἀτὰρ καὶ ἐπὶ τρώματι καὶ διακοπῇ νεύρου ἀναλθής : ἡλικίη, γέροντες, καὶ οἵδε δυσαλθέες: παιδίοισι δὲ εὐανάκλητοι: ὥρη, χειμὼν, ἔαρ δεύτερον, ἔπειτα μετόπωρον, θέρος ἥκιστα: ἕξεις, οἱ παχέες κατὰ φύσιν, ὑγροὶ, ἀργοὶ, ζωώδεες.

Τελεσθέντα μὲν οὖν τὰ πάθεα ἔκδηλα ἀκινησίῃ καὶ ἀναισθησίῃ θερμοῦ τε καὶ ψυχροῦ, ἀτὰρ καὶ τιλμῶν καὶ κνησμῶν καὶ ψαυσίων. σπάνιον εὖτε τοῖσι τὰ πέρατα ἀλγέει, ἀλλὰ ἐς ἀνάκλησιν οὐ κακίων ἀπονίη. γίγνεται μὲν οὖν ἐξαπίνης : ἢν δέ κοτε καὶ ἀρχὰς ἴσχῃ ἐπιμήκεας, βάρος, δυσκινησίη , νάρκη: ψύξιος αἴσθησις, ἄλλοτε θάλπεος ὑπερβολὴ, ὕπνοι σμικροὶ, φαντασίαι μέζονες, εὖτε ἀθρόον παρελύθησαν.

ἐπὶ δὲ κυνικῷ σπασμῷ ἅπαντα μὲν τὰ τοῦ προσώπου μέρεα σπᾶσθαι οὐ κάρτα ξύνηθες : ἐπὶ δεξιὰ δὲ τὰ ἀριστερὰ, καὶ ἐς ἀριστερὰ τὰ δεξιὰ φοιτῇ, εὖτε καὶ τῆς γένυος ἔνθα ἔνθα ἐπὶ πολλὸν παραγωγὴ, ὅκως ἐξ ἕδρης κινουμένης τῆς γνάθου. καὶ γὰρ καὶ τοῖσί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον γένυς παρήχθη: ἵλλωσις τοῦ ὀφθαλμοῦ τοῦ σιναροῦ μήλου, ξὺν τῇ ὑποκοιλίδι παλμός: πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ

[p. 66] ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον: ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον: ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα, ἀθρόον δὲ διΐσταται, καὶ τὸν ξυνήθεα πτυσμὸν ψοφέει.

σπᾶται καὶ γλῶσσα: καὶ γὰρ ἥδε μῦς ἐστι καὶ νεῦρα: εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ξύμφυσις ἀθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει, τἄνδοθεν ἀδόκητος πάταγος: ἢν δὲ διαστής τὸ στόμα, ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ. ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι. δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν. τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι, ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ ἐνγέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἁφή: τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται , γελᾷ.

1 Hippocrat. Aph. ii. 42.

2 hippocrat. Epid iii.; and Prorrhet. ii.

3 The common reading, ἑλκέων νἑυει, having evidently no meaning, I follow Wigan and Ermerins in adopting this word. I am also indebted to the latter for various other amendments in this chapter, which I do not think it necessary to mention singly.

4 although I have not ventured to alter the reading, it appears to me, from the distinction which our author makes above between the cerebral and spinal nerves, that he refers here to the latter, and that we ought to read, νωτιαίου μυελοῦ; or, perhaps, the former word might be dispensed with.

5 Ermerins does not hesitate to substitute αἰσθήσιος in place of κινήσιος, as fancying that the sense requires this change.

6 this can scarcely be the true reading. Should it not be Ρ῾αγῇ ?

7 The common reading is ἱκανὰ, which appears to have no meaning. The emendation is due to Ermerins. I have adopted it; although I must be permitted to say, it is far from satisfactory. The translation given by Ermerins is: “Quasi ligna ad regulam dolaret”; but it does not seem at all appropriate to the passage.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: