previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. θ᾽. περὶ Ἐμπυϊκῶν.

οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω1 κατ᾽ ἴξιν τοῦ θώρηκος τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται: ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται: καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ὑπεζωκότι ἐν [p. 70] πλευρῷ, στέρνῳ, κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ Ρ῾άχιν, πη τοῦ θώρηκος ἄλλῃ, — ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις : ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη: ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι: καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον: πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος.

αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ, ἀπεψίη, ψύξις, ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευρῖτις, καὶ περιπνευμονίη, καὶ Ρ῾εῦμα χρόνιον : ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις.

τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργὸν, ἀδρανὲς, ἐγκέεταί τῳ ἄλλῳ: ἄλλοτε μὲν δριμὺ δαπτῶς, καὶ σηπεδόνας ἐμποιέον μέσφι θανάτου. καὶ γὰρ καὶ ἰδέαι μυρίαι, ὁκόσας αὖθις φράσω. θώϋμα δὲ ὅκως ἐξ ὑμένος λεπτοῦτε καὶ ἰσχνοῦ, βάθος οὐκ ἴσχοντος, τοῦ ὑπεζωκότος, τοσόνδε Ρ῾έει πῦον: πολλὸν γὰρ πολλοῖσι ξυνελέγη. αἰτίη δὲ φλεγμασίη ἀπὸ περιουσίης αἵματος, ἐφ᾽ παχύνεται ὑμὴν, ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματος πολλὸν γίγνεται ἐν μέσῳ πῦον: κἢν μὲν εἴσω Ρ῾έπῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν αὐτέων,.. ... φθίσιν ἔλεξα πρόσθεν ἑτέραν ἔμμεναι συμβεβῶ σαν κατὰ φύσιν: ἢν δὲ ἔξω Ρ῾έπῃ, διΐσταται τὰ ὀστέα. ἐς γὰρ ἕν τι τῶν μέσων πλευρῶν τῆς ἀποστάσιος κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέεται.

σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ, τὰ δὲ ἑκάστου ἴδια: βάρος πόνος γε ξυνόν: πνεύμων γὰρ ἄπονος: πυρετοὶ ἀμυδροὶ, Ρ῾ίγεα πρὸς ἑσπέρην, ἱδρῶτες ἐπ᾽ ἀνέσι, ἀγρυπνίη, οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι , ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα : δυσφορίη, ἀποσιτίη, ἰσχνότη ς ὅλου: ἢν δὲ καὶ μῆκος ἴσχῃ μεταβολὴ, ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται. οὐ γὰρ πέψις [p. 71] ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη, χροιὴ ζοφώδης : ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι ἐς τὴν ἄνω κοιλίην. ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ Ρ῾ίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον: σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος.

ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ πύου, πάντα μέγιστα : ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης. τὰ πρῶτα φλεγματωδέ ων χολοβάφων ἐπὶ τὸ μελάντερον , ὅκως ἐξ αἰθάλης : ἔτι δὲ διαίμων καὶ παχέων: ἢν δὲ καὶ Ρ῾αγήσεσθαι μέλλῃ, καὶ σαρκοειδέων βαθέων: καὶ ἢν Ρ῾αγῇ, κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ ἀθρόον ἐκχυθῇ πῦον: ἢν δ᾽ οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει: πῦον ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἀπόστασις, ὀξὺς πόνος, κοιλίη ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι: ἔπειτα περίρροια αἱματωδέων , καὶ αὖθις σαρκοει δέων, ἢν ἤδη Ρ῾αγῇ. ἕπεται δὲ τουτέοισι πῦον, διὰ κοιλίης, οὔρων: ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας μεταλήψιες.

φέρεται δὲ, ἤν τε ἄνω, ἤν τε κάτω, χρόος πύου ποικίλον, ὠχρὸν, λευκὸν, τεφρίζον, πελιδνὸν, μέλαν, καὶ κακῶδες : ἄνοσμον καὶ παχύτατον: μέσως ἴσχον, λεῖον, ὁμαλὸν, τρηχὺ, ἀνώμαλον, καὶ σαρκοει δέα τὰ ἐμπλόωντα, στρογγύλα, πλατέα, Ρ῾ηϊδίως ἀποπλυνόμενα, ἰξώδεα: ἀθρόον δὲ περὶ πύου εἰρῆσθαι, ὁκόσα μὲν λευκὰ, πέπονα, ἄνοσμα, λεῖα, στρογγύλα, καὶ ἀναβήσσεται θᾶσσον, ὑποφέρεται, περιεστηκότα: ὁκόσα δὲ ἔξωχρα, χολώδεα, ἀνώμαλα, μοχθηρά. πολλὸν δὲ τουτέων κακίω, τὰ πελιδνὰ καὶ μέλανα. σηπεδόνα γὰρ καὶ ἀνεσθιόμενα σημαίνουσι τὰ ἕλκεα.

Προσξυν ιέναι δὲ τουτέοισι καὶ τὴν ἕξιν, καὶ τὰ ξυνομαρτέοντατῇ νούσῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίσι εὐφόρως φέρῃ, ἄπυρος γίγνηται, εὖτε πέσσῃ, εὔχρους, εὔσιτος : ἢν ἀναβήσσῃ

[p. 72] εὐμαρῶς, εὔσφυκτος, εὔτονος γίγνηται, ἀνώλεθρος νοσέων: ἢν δὲ ἐπιπυρεταίνῃ, καὶ πάντα ἐς κακὸν τρέπηται, ἀνέλπιστος . προσξυνιέναι δὲ καὶ τὰ χωρία, ἔνθα αἱ ἀποστάσιες : ὁκόσοισι γὰρ ἐν τῷ στέρνῳ τὸ ἐμπύημα γίγνεται, βραδέως ἀφίσταται. ψιλὰ γὰρ καὶ ἄσαρκα καὶ χονδρώδεα τὰ μέρεα: τὰ δὲ τοιάδε οὐ Ρ῾ηϊδίως δέχεται φλεγμον ῆς περιουσίην : ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον: ψυχρὸν γὰρ οἱ χόνδροι, ἀλλὰ τῶνδε ἀσινέες μὲν αἱ φλεγμοναί, τῆς ἕξιος δὲ κακαὶ συντήξιες, μακρὸν γὰρ διαπυΐσκει χρόνον. σπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐς ἐμπύησιν, ἐπικίνδυνα δὲ καὶ θανατώδεα.

1 although not inclined to adopt unauthorised emendations, I must say that I think this reading, on the authority of Ermerins, is a great improvement on the common reading, τοῦ ἀνθρώπου. In the mss. of Aretæus, it is quite common to find ἀνθρώπου written ἄνω, by contraction.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: