previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν τούτῳ δὲ γενόμενος Βελισάριος ἐν Μεσοποταμίᾳ πανταχόθεν τὸν στρατὸν ἤγειρε, καί τινας ἐς τὰ Περσῶν ἤθη ἐπὶ κατασκοπῇ ἔπεμπεν. [2] αὐτὸς δὲ τοῖς πολεμίοις ἐνταῦθα ὑπαντιάσαι [p. 398] βουλόμενος, ἤν τινα ἐσβολὴν ἐς Ῥωμαίων τὴν γῆν αὖθις ποιήσωνται, διεῖπέ τε αὐτοῦ καὶ διεκόσμει τοὺς στρατιώτας, γυμνούς τε καὶ ἀνόπλους ἐπὶ πλεῖστον ὄντας, κατωρρωδηκότας τὸ Περσῶν ὄνομα. [3] οἱ μὲν οὖν κατάσκοποι ἐπανήκοντες οὐδεμίαν τῶν πολεμίων ἰσχυρίζοντο ἐν τῷ παρόντι ἐσβολὴν ἔσεσθαι: πολέμου γὰρ Οὐννικοῦ ἀσχολίαν Χοσρόῃ ἑτέρωθι εἶναι. [4] Βελισάριος δὲ ταῦτα ἀκούσας παντὶ τῷ στρατῷ αὐτίκα ἐσβάλλειν ἐς τῶν πολεμίων τὴν γῆν ἤθελε. [5] καί οἱ Ἀρέθας τε ξὺν πολλῷ στρατῷ Σαρακηνῶν ἦλθε καὶ βασιλεὺς γράμματα γράψας ἐσβάλλειν κατὰ τάχος ἐς τὴν πολεμίων ἐπέστελλε γῆν. [6] ξυγκαλέσας οὖν ἅπαντας τοὺς ἄρχοντας ἐν Δάρας ἔλεξε τοιάδεἍπαντας ὑμᾶς, ξυνάρχοντες, πολέμων πολλῶν ἐμπείρους οἶδα, ξυνήγαγόν τε ἐν τῷ παρόντι, οὐχ ὅπως ὑπομνήσας παραίνεσίν τινα ποιησάμενος τὴν ὑμετέραν γνώμην ἐπὶ τοὺς πολεμίους ὁρμήσω ῾οὐ γὰρ λόγου δεῖσθαι ὑμᾶς τοῦ ἐς εὐτολμίαν ἐνάγοντος οἶμαἰ, ἀλλ̓ ὅπως ξυμβουλήν τινα ἔν γε ἡμῖν αὐτοῖς ποιησάμενοι ἑλώμεθα μᾶλλον ἅπερ ἂν δοκῇ βέλτιστά τε καὶ ἄριστα τοῖς βασιλέως πράγμασιν εἶναι. [7] πόλεμος γὰρ εὐβουλίᾳ πάντων μάλιστα κατορθοῦσθαι φιλεῖ. δεῖ δὲ τοὺς ἐς βουλὴν καθισταμένους αἰδοῦς τε καὶ φόβου παντάπασιν ἐλευθέραν ποιεῖσθαι τὴν γνώμην. [8] τε γὰρ φόβος, ἀεὶ τοὺς αὐτῷ περιπεπτωκότας ἐκπλήσσων, οὐκ ἐᾷ τὴν διάνοιαν ἑλέσθαι τὰ κρείσσω, τε αἰδὼς ἐπισκιάζουσα τοῖς δόξασιν εἶναι ἀμείνοσιν ἐπὶ τὴν ἐναντίαν [p. 400] ἐκφέρει τὴν γνῶσιν. [9] εἴ τι τοίνυν βασιλεῖ τῷ μεγάλῳ ἐμοὶ βεβουλεῦσθαι ὑπὲρ τῶν παρόντων δοκεῖ, μηδὲν ὑμᾶς τοῦτο εἰσίτω. [10] μὲν γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων, [11] οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις: ὥστε φόβος οὐδεὶς ἀπ̓ ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν. [12] ἐμὲ δὲ ἄνθρωπόν τε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον. [13] ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προσήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖν τε αὐτοῖς καὶ βασιλεῖ μέλλῃ. [14] τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐνθάδε ἥκομεν, ξυνάρχοντες, ὡς διακωλύσοντες τὸν πολέμιον ἐσβολήν τινα ἐς τὴν ἡμετέραν ποιήσασθαι, νῦν δέ, τῶν πραγμάτων ἡμῖν ἄμεινον κατ̓ ἐλπίδας κεχωρηκότων, πάρεστι περὶ τῆς ἐκείνου βουλεύεσθαι. [15] ἐφ̓ δὴ ξυνειλεγμένους ὑμᾶς δίκαιον, οἶμαι, οὐδὲν ὑποστειλαμένους εἰπεῖν ἅπερ ἂν ἄριστά τε δοκῇ καὶ ξυμφορώτατα ἑκάστῳ εἶναι.’ [16] Βελισάριος μὲν τοσαῦτα εἶπε. Πέτρος δὲ καὶ Βούζης ἐξηγεῖσθαι τῷ στρατῷ οὐδὲν μελλήσοντα ἐπὶ τὴν πολεμίαν ἐκέλευον. ὧν δὴ τῇ γνώμῃ εἵποντο εὐθὺς ξύλλογος ἅπας. [17] Ῥεκίθαγγος μέντοι καὶ Θεόκτιστος, οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, ταὐτὰ μὲν τοῖς ἄλλοις ἀμφὶ τῇ ἐσβολῇ βούλεσθαι καὶ αὐτοὶ ἔφασαν, δεδιέναι δὲ [p. 402] μὴ σφῶν ἐκλελοιπότων τά τε ἐπὶ Φοινίκης καὶ Συρίας χωρία, κατ̓ ἐξουσίαν μὲν Ἀλαμούνδαρος ταῦτα ληίζηται, βασιλεὺς δὲ σφᾶς δἰ ὀργῆς ἔχοι, ἅτε οὐ φυλάξαντας ἀδῄωτον τὴν χώραν ἧς ἦρχον, καὶ δἰ αὐτὸ συνεισβάλλειν τῷ ἄλλῳ στρατῷ οὐδαμῆ ἤθελον. [18] Βελισάριος δὲ τὼ ἄνδρε τούτω ὡς ἥκιστα ἀληθῆ οἴεσθαι ἔλεγε. τοῦ γὰρ καιροῦ τροπὰς θερινὰς εἶναι. ταύτης δὲ τῆς ὥρας δύο μάλιστα μῆνας ἀνάθημα τῷ σφετέρῳ θεῷ Σαρακηνοὺς ἐς ἀεὶ φέροντας ἐν ταύτῃ ἐπιδρομῇ τινι οὔποτε χρῆσθαι ἐς γῆν ἀλλοτρίαν. [19] διὸ δὴ ἑξήκοντα ἡμερῶν ὁμολογήσας ξὺν τοῖς ἑπομένοις ἄμφω ἀφήσειν, ἐκέλευε καὶ αὐτοὺς ξὺν τῷ ἄλλῳ στρατῷ ἕπεσθαι. Βελισάριος μὲν οὖν τὰ ἐς τὴν ἐσβολὴν σπουδῇ πολλῇ ἐξηρτύετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: