previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, [p. 428] λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδρας τε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτός τε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν μέσαις ταῖς πύλαις. [2] ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται ῾ἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς πάντας ἀνθρώπους. [3] τοῦτό τε αὐτοῖς οὐκ ἀπὸ τοῦ εἰκότος γενέσθαι ξυμβαίνει: ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ̓ ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας σταθμώμενος τρόπον. [4] διὸ δὴ οὐδὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαἰ, ἀλλ̓ ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήν τε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο. [5] καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε. [6] μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόν τε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς μετεπέμπετο. [7] παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτός, τῷ τε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ̓ αὐτίκα μάλα ἐπ̓ αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω γεγονέναι κακόν. [8] τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινά, Φρέδαν ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης. [p. 430] [9] ἐπεὶ δὲ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ̓ αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο. [10] Ἐν τούτῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρός τε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόν τε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷ τε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετό τε εἴπερ αὐτοῖς βουλομένοις εἴη ἄμφω ξυλλαβοῦσιν ἐν φυλακῇ ἔχειν. [11] οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ λόγῳ. [12] χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον ὦφλε. [13] καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα ἀφίκεται. [14] καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας οὗ Γόνθαρις εἱστήκει, ἐν οὐδέτεροι τὸ ἔλασσον ἔσχον. [15] ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ̓ οἱ πλεῖστοι ἔτι ταῖς γνώμαις ἀκραιφνεῖς ἔμενον. [16] Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν ῾οὐ γάρ [p. 432] πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν̓ κατεπλάγη τε καὶ ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει. [17] Ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται: μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν: τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματί τε περιβαλὼν φρούριον ἐχυρώτατον κατεστήσατο. [18] ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐτύγχανε πέμψας. [19] τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνεχώρουν ὡς ἕκαστός πη ἐδύνατο. [20] Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα ἤδη ἐφύλαττε. [21] πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε, [22] θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι μάλιστα πρᾶξις ἀρέσκοι. [23] ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν. [24] μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ ἀνθρώπῳ ἠπείλησε. [25] δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ [p. 434] ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη. [26] μὲν οὖν ἱερεὺς κατὰ ταῦτα ἐποίει. Ἀρεόβινδος δὲ οὐδέν τι μελλήσας αὐτῷ εἵπετο, ἱμάτιον ἀμπεχόμενος οὔτε στρατηγῷ οὔτε ἄλλῳ στρατευομένῳ ἀνδρὶ ἐπιτηδείως ἔχον, ἀλλὰ δούλῳ ἰδιώτῃ παντάπασι πρέπον: κασοῦλαν αὐτὸ τῇ Λατίνων φωνῇ καλοῦσι Ῥωμαῖοι. [27] ἐπειδή τε ἀγχοῦ τοῦ Παλατίου ἐγένοντο, τὰ θεῖα ἐν χερσὶ λόγια παρὰ τοῦ ἱερέως λαβὼν τῷ Γονθάριδι ἐς ὄψιν ἦλθε. [28] πρηνής τε πεσὼν χρόνον πολὺν αὐτοῦ ἔκειτο, τὴν ἱκετηρίαν αὐτῷ τά τε θεῖα λόγια προτεινόμενος καὶ τὸ παιδίον ὅπερ τοῦ θείου ἀξιωθὲν λουτροῦ ἔτυχεν, ἐφ̓ οὗ οἱ τὴν πίστιν ἱερεύς, ὥσπερ μοι ἐρρήθη, παρέσχετο. [29] ἐπεὶ δὲ αὐτὸν ἐξανέστησεν Γόνθαρις μόλις, πρὸς τῶν ἱερῶν ἁπάντων ἀνεπυνθάνετο τοῦ Γονθάριδος, εἴ οἱ τὰ τῆς σωτηρίας ἐν ἀσφαλεῖ κεῖται. [30] καὶ ὃς θαρσεῖν αὐτὸν ἰσχυρότατα ἤδη ἐκέλευεν: οὐδὲν γὰρ ἄχαρι πρὸς αὐτοῦ πείσεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ ξύν τε τῇ γυναικὶ καὶ τοῖς χρήμασιν ἐκ Καρχηδόνος οἰχήσεσθαι. [31] εἶτα τὸν ἱερέα Ῥεπάρατον ἀποπεμψάμενος, Ἀρεόβινδόν τε καὶ Ἀθανάσιον δειπνεῖν ξὺν αὑτῷ ἐν Παλατίῳ ἐκέλευε. [32] καὶ δειπνοῦντα μὲν τὸν Ἀρεόβινδον ἐτίμα: πρῶτον γὰρ αὐτὸν ἐπὶ τῆς στιβάδος κατέκλινε: δειπνήσαντα δὲ οὐ μεθῆκεν, ἀλλὰ καθεύδειν ἐν κοιτῶνι μόνον ἠνάγκαζεν: οὗ δὴ τὸν Οὐλίθεον ξὺν ἑτέροις τισὶν ἐπ̓ αὐτὸν ἔπεμψεν. [33] οἵπερ αὐτὸν κωκύοντά τε καὶ ὀλολυγαῖς συχναῖς χρώμενον πολλά τε πρὸς [p. 436] ἔλεον ἐπαγωγὰ φθεγγόμενον ἐς αὐτοὺς κτείνουσιν. Ἀθανασίου μέντοι ἐφείσαντο, τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: