Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ταῦτα οὐκ ὤκνησεν, ἀλλ᾽ ὑπέστη Τίμαρχος οὑτοσί, οὐδενὸς ὢν τῶν μετρίων ἐνδεής: πολλὴν γὰρ πάνυ κατέλιπεν ὁ πατὴρ αὐτῷ οὐσίαν, ἣν οὗτος κατεδήδοκεν, ὡς ἐγὼ προϊόντος ἐπιδείξω τοῦ λόγου: ἀλλ᾽ ἔπραξε ταῦτα δουλεύων ταῖς αἰσχίσταις ἡδοναῖς, ὀψοφαγίᾳ καὶ πολυτελείᾳ δείπνων καὶ αὐλητρίσι καὶ ἑταίραις καὶ κύβοις καὶ τοῖς ἄλλοις, ὑφ᾽ ὧν οὐδενὸς χρὴ κρατεῖσθαι τὸν γενναῖον καὶ ἐλεύθερον. καὶ οὐκ ᾐσχύνθη ὁ μιαρὸς οὗτος ἐκλιπὼν μὲν τὴν πατρῴαν οἰκίαν, διαιτώμενος δὲ παρὰ Μισγόλᾳ, οὔτε πατρικῷ ὄντι φίλῳ οὔθ᾽ ἡλικιώτῃ,1 ἀλλὰ παρ᾽ ἀλλοτρίῳ καὶ πρεσβυτέρῳ ἑαυτοῦ, καὶ παρ᾽ ἀκολάστῳ περὶ ταῦτα ὡραῖος ὤν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.