This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
δεήσεται δ᾽ ὑμῶν οὗτος μὲν ὑπὲρ τῆς μητρὸς τῆς αὑτοῦ ζώσης, τῆς ἐκεῖνον διαχρησαμένης ἀβούλως τε καὶ ἀθέως, ὅπως δίκην μὴ δῷ, ἂν ὑμᾶς πείθῃ, ὧν ἠδίκηκεν: ἐγὼ δ᾽ ὑμᾶς ὑπὲρ τοῦ πατρὸς τοὐμοῦ1 τεθνεῶτος αἰτοῦμαι, ὅπως παντὶ τρόπῳ δῷ: ὑμεῖς δέ, ὅπως διδῶσι δίκην οἱ ἀδικοῦντες, τούτου γε ἕνεκα καὶ δικασταὶ ἐγένεσθε καὶ ἐκλήθητε.

