Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13] εἰ δὲ ὑπὸ ζῶντος ἐδιωκόμην, οὐκ ἂν μόνον ὑπὲρ ἐμαυτοῦ ἀπελογούμην, ἀλλ᾽ αὐτόν τε τοῦτον καὶ τοὺς τούτῳ μὲν βοηθοῦντας, παρ᾽ ἐμοῦ δὲ ὠφελεῖσθαι ζητοῦντας ἐφ᾽ οἷς κατηγορεῖταί1 μου, ἀπέδειξα2 ἂν ἀδικοῦντας. ταῦτα μὲν οὖν ἐπιεικέστερον ἢ δικαιότερον παρήσω: δέομαι δ᾽ ὑμῶν, ὦ ἄνδρες, τῶν μεγίστων κριταὶ καὶ κύριοι, ἐλεήσαντας τὴν ἀτυχίαν μου ἰατροὺς γενέσθαι αὐτῆς, καὶ μὴ συνεπιβάντας τῇ τούτων ἐπιθέσει περιιδεῖν ἀδίκως καὶ ἀθέως διαφθαρέντα με ὑπ᾽ αὐτῶν.