[9]
ἐστασίασαν δὲ ὕστερον πρὸς ἀλλήλους, καὶ Νηλεὺς μὲν ἐκπεσὼν ἧκεν εἰς Μεσσήνην καὶ Πύλον κτίζει, καὶ γαμεῖ Χλωρίδα τὴν Ἀμφίονος, ἐξ ἧς αὐτῷ γίνεται θυγάτηρ μὲν Πηρώ, ἄρρενες δὲ Ταῦρος Ἀστέριος Πυλάων Δηίμαχος Εὐρύβιος Ἐπίλαος Φράσιος Εὐρυμένης Εὐαγόρας Ἀλάστωρ Νέστωρ Περικλύμενος, ᾧ δὴ καὶ Ποσειδῶν δίδωσι μεταβάλλειν τὰς μορφάς, καὶ μαχόμενος ὅτε Ἡρακλῆς ἐξεπόρθει Πύλον, γινόμενος ὁτὲ μὲν λέων ὁτὲ δὲ ὄφις ὁτὲ δὲ μέλισσα, ὑφ᾽ Ἡρακλέους μετὰ τῶν ἄλλων Νηλέως παίδων ἀπέθανεν. ἐσώθη δὲ Νέστωρ μόνος, ἐπειδὴ παρὰ Γερηνίοις ἐτρέφετο: ὃς γήμας Ἀναξιβίαν τὴν Κρατιέως θυγατέρας μὲν Πεισιδίκην καὶ Πολυκάστην ἐγέννησε, παῖδας δὲ Περσέα Στράτιχον Ἄρητον Ἐχέφρονα Πεισίστρατον Ἀντίλοχον Θρασυμήδην.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.