previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

πλέοντος δὲ ἀπὸ Τροίας Ἡρακλέους Ἥρα χαλεποὺς ἔπεμψε χειμῶνας: ἐφ᾽ οἷς ἀγανακτήσας Ζεὺς ἐκρέμασεν αὐτὴν ἐξ Ὀλύμπου. προσέπλει δὲ Ἡρακλῆς τῇ Κῷ: καὶ νομίσαντες αὐτὸν οἱ Κῷοι λῃστρικὸν ἄγειν στόλον, βάλλοντες λίθοις προσπλεῖν ἐκώλυον. δὲ βιασάμενος αὐτὴν νυκτὸς εἷλε, καὶ τὸν βασιλέα Εὐρύπυλον, Ἀστυπαλαίας παῖδα καὶ Ποσειδῶνος, ἔκτεινεν. ἐτρώθη δὲ κατὰ τὴν μάχην Ἡρακλῆς ὑπὸ Χαλκώδοντος, καὶ Διὸς ἐξαρπάσαντος αὐτὸν οὐδὲν ἔπαθε. πορθήσας δὲ Κῶ ἧκε δι᾽ Ἀθηνᾶς εἰς Φλέγραν, καὶ μετὰ θεῶν κατεπολέμησε Γίγαντας. [2]

μετ᾽ οὐ πολὺ δὲ ἐπ᾽ Αὐγείαν ἐστρατεύετο, συναθροίσας Ἀρκαδικὸν στρατὸν καὶ παραλαβὼν ἐθελοντὰς τῶν ἀπὸ τῆς Ἑλλάδος ἀριστέων. Αὐγείας δὲ τὸν ἀφ᾽ Ἡρακλέους πόλεμον ἀκούων κατέστησεν Ἠλείων στρατηγοὺς Εὔρυτον καὶ Κτέατον συμφυεῖς, οἳ δυνάμει τοὺς τότε ἀνθρώπους ὑπερέβαλλον, παῖδες δὲ ἦσαν Μολιόνης καὶ Ἄκτορος, ἐλέγοντο δὲ Ποσειδῶνος: Ἄκτωρ δὲ ἀδελφὸς ἦν Αὐγείου. συνέβη δὲ Ἡρακλεῖ κατὰ τὴν στρατείαν νοσῆσαι: διὰ τοῦτο καὶ σπονδὰς πρὸς τοὺς Μολιονίδας ἐποιήσατο. οἱ δὲ ὕστερον ἐπιγνόντες αὐτὸν νοσοῦντα, ἐπιτίθενται τῷ στρατεύματι καὶ κτείνουσι πολλούς. τότε μὲν οὖν ἀνεχώρησεν Ἡρακλῆς: αὖθις δὲ τῆς τρίτης ἰσθμιάδος τελουμένης, Ἠλείων τοὺς Μολιονίδας πεμψάντων συνθύτας, ἐν Κλεωναῖς ἐνεδρεύσας τούτους Ἡρακλῆς ἀπέκτεινε, καὶ στρατευσάμενος ἐπὶ τὴν Ἦλιν εἷλε τὴν πόλιν. καὶ κτείνας μετὰ τῶν παίδων Αὐγείαν κατήγαγε Φυλέα, καὶ τούτῳ τὴν βασιλείαν ἔδωκεν. ἔθηκε δὲ καὶ τὸν Ὀλυμπιακὸν ἀγῶνα, Πέλοπός τε βωμὸν ἱδρύσατο, καὶ θεῶν δώδεκα βωμοὺς ἓξ ἐδείματο. [3]

μετὰ δὲ τὴν τῆς Ἤλιδος ἅλωσιν ἐστράτευσεν ἐπὶ Πύλον, καὶ τὴν πόλιν ἑλὼν Περικλύμενον κτείνει τὸν ἀλκιμώτατον τῶν Νηλέως παίδων, ὃς μεταβάλλων τὰς μορφὰς ἐμάχετο. τὸν δὲ Νηλέα καὶ τοὺς παῖδας αὐτοῦ χωρὶς Νέστορος ἀπέκτεινεν: οὗτος δὲ νέος ὢν παρὰ Γερηνίοις ἐτρέφετο. κατὰ δὲ τὴν μάχην καὶ Ἅιδην ἔτρωσε Πυλίοις βοηθοῦντα.

ἑλὼν δὲ τὴν Πύλον ἐστράτευεν ἐπὶ Λακεδαίμονα, μετελθεῖν τοὺς Ἱπποκόωντος παῖδας θέλων: ὠργίζετο μὲν γὰρ αὐτοῖς καὶ διότι Νηλεῖ συνεμάχησαν, μᾶλλον δὲ ὠργίσθη ὅτι τὸν Λικυμνίου παῖδα ἀπέκτειναν. θεωμένου γὰρ αὐτοῦ τὰ Ἱπποκόωντος βασίλεια, ἐκδραμὼν κύων τῶν Μολοττικῶν ἐπ᾽ αὐτὸν ἐφέρετο: δὲ βαλὼν λίθον ἐπέτυχε τοῦ κυνός, ἐκτροχάσαντες δὲ οἱ Ἱπποκοωντίδαι καὶ τύπτοντες αὐτὸν τοῖς σκυτάλοις ἀπέκτειναν. τὸν δὲ τούτου θάνατον ἐκδικῶν στρατιὰν ἐπὶ Λακεδαιμονίους συνήθροιζε. καὶ παραγενόμενος εἰς Ἀρκαδίαν ἠξίου Κηφέα μετὰ τῶν παίδων ὧν εἶχεν εἴκοσι συμμαχεῖν. δεδιὼς δὲ Κηφεὺς μὴ καταλιπόντος αὐτοῦ Τεγέαν Ἀργεῖοι ἐπιστρατεύσωνται, τὴν στρατείαν ἠρνεῖτο. Ἡρακλῆς δὲ παρ᾽ Ἀθηνᾶς λαβὼν ἐν ὑδρίᾳ χαλκῇ βόστρυχον Γοργόνος Στερόπῃ τῇ Κηφέως θυγατρὶ δίδωσιν, εἰπών, ἐὰν ἐπίῃ στρατός, τρὶς ἀνασχούσης ἐκ τῶν τειχῶν τὸν βόστρυχον καὶ μὴ προϊδούσης τροπὴν τῶν πολεμίων ἔσεσθαι. τούτου γενομένου Κηφεὺς μετὰ τῶν παίδων ἐστράτευε. καὶ κατὰ τὴν μάχην αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ τελευτῶσι, καὶ πρὸς τούτοις Ἰφικλῆς τοῦ Ἡρακλέους ἀδελφός. Ἡρακλῆς δὲ κτείνας τὸν Ἱπποκόωντα καὶ τοὺς παῖδας αὐτοῦ καὶ χειρωσάμενος τὴν πόλιν, Τυνδάρεων καταγαγὼν τὴν βασιλείαν παρέδωκε τούτῳ. [4]

παριὼν δὲ Τεγέαν Ἡρακλῆς τὴν Αὔγην Ἀλεοῦ θυγατέρα οὖσαν ἀγνοῶν ἔφθειρεν. δὲ τεκοῦσα κρύφα τὸ βρέφος κατέθετο ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς. λοιμῷ δὲ τῆς χώρας φθειρομένης, Ἀλεὸς εἰσελθὼν εἰς τὸ τέμενος καὶ ἐρευνήσας τὰς τῆς θυγατρὸς ὠδῖνας εὗρε. τὸ μὲν οὖν βρέφος εἰς τὸ Παρθένιον ὄρος ἐξέθετο. καὶ τοῦτο κατὰ θεῶν τινα πρόνοιαν ἐσώθη: θηλὴν μὲν γὰρ ἀρτιτόκος ἔλαφος ὑπέσχεν αὐτῷ, ποιμένες δὲ ἀνελόμενοι τὸ βρέφος Τήλεφον ἐκάλεσαν αὐτό. Αὔγην δὲ ἔδωκε Ναυπλίῳ τῷ Ποσειδῶνος ὑπερόριον ἀπεμπολῆσαι. δὲ Τεύθραντι τῷ Τευθρανίας ἔδωκεν αὐτὴν δυνάστῃ, κἀκεῖνος γυναῖκα ἐποιήσατο. [5]

παραγενόμενος δὲ Ἡρακλῆς εἰς Καλυδῶνα τὴν Οἰνέως θυγατέρα Δηιάνειραν ἐμνηστεύετο, καὶ διαπαλαίσας ὑπὲρ τῶν γάμων αὐτῆς πρὸς Ἀχελῷον εἰκασμένον ταύρῳ περιέκλασε τὸ ἕτερον τῶν κεράτων. καὶ τὴν μὲν Δηιάνειραν γαμεῖ, τὸ δὲ κέρας Ἀχελῷος λαμβάνει, δοὺς ἀντὶ τούτου τὸ τῆς Ἀμαλθείας. Ἀμάλθεια δὲ ἦν Αἱμονίου θυγάτηρ, κέρας εἶχε ταύρου. τοῦτο δέ, ὡς Φερεκύδης λέγει, δύναμιν εἶχε τοιαύτην ὥστε βρωτὸν ποτόν, ὅπερ ἂν εὔξαιτό τις, παρέχειν ἄφθονον. [6]

στρατεύει δὲ Ἡρακλῆς μετὰ Καλυδωνίων ἐπὶ Θεσπρωτούς, καὶ πόλιν ἑλὼν Ἔφυραν, ἧς ἐβασίλευε Φύλας, Ἀστυόχῃ τῇ τούτου θυγατρὶ συνελθὼν πατὴρ Τληπολέμου γίνεται. διατελῶν δὲ παρ᾽ αὐτοῖς, πέμψας πρὸς Θέσπιον ἑπτὰ μὲν κατέχειν ἔλεγε παῖδας, τρεῖς δὲ εἰς Θήβας ἀποστέλλειν, τοὺς δὲ λοιποὺς τεσσαράκοντα πέμπειν εἰς Σαρδὼ τὴν νῆσον ἐπ᾽ ἀποικίαν. γενομένων δὲ τούτων εὐωχούμενος παρ᾽ Οἰνεῖ κονδύλῳ πλήξας ἀπέκτεινεν Ἀρχιτέλους παῖδα Εὔνομον κατὰ χειρῶν διδόντα: συγγενὴς δὲ Οἰνέως οὗτος. ἀλλ᾽ μὲν πατὴρ τοῦ παιδός, ἀκουσίως γεγενημένου τοῦ συμβεβηκότος, συνεγνωμόνει, Ἡρακλῆς δὲ κατὰ τὸν νόμον τὴν φυγὴν ὑπομένειν ἤθελε, καὶ διέγνω πρὸς Κήυκα εἰς Τραχῖνα ἀπιέναι. ἄγων δὲ Δηιάνειραν ἐπὶ ποταμὸν Εὔηνον ἧκεν, ἐν καθεζόμενος Νέσσος Κένταυρος τοὺς παριόντας διεπόρθμευε μισθοῦ, λέγων παρὰ θεῶν τὴν πορθμείαν εἰληφέναι διὰ δικαιοσύνην. αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διέβη, Δηιάνειραν δὲ μισθὸν αἰτηθεὶς ἐπέτρεψε Νέσσῳ διακομίζειν. δὲ διαπορθμεύων αὐτὴν ἐπεχείρει βιάζεσθαι. τῆς δὲ ἀνακραγούσης αἰσθόμενος Ἡρακλῆς ἐξελθόντα Νέσσον ἐτόξευσεν εἰς τὴν καρδίαν. δὲ μέλλων τελευτᾶν προσκαλεσάμενος Δηιάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τόν τε γόνον ὃν ἀφῆκε κατὰ τῆς γῆς καὶ τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα συμμῖξαι, δὲ ποιήσασα τοῦτο ἐφύλαττε παρ᾽ ἑαυτῇ. [7]

διεξιὼν δὲ Ἡρακλῆς τὴν Δρυόπων χώραν, ἀπορῶν τροφῆς, ἀπαντήσαντος Θειοδάμαντος βοηλατοῦντος τὸν ἕτερον τῶν ταύρων λύσας καὶ σφάξας εὐωχήσατο. ὡς δὲ ἦλθεν εἰς Τραχῖνα πρὸς Κήυκα, ὑποδεχθεὶς ὑπ᾽ αὐτοῦ Δρύοπας κατεπολέμησεν.

αὖθις δὲ ἐκεῖθεν ὁρμηθεὶς Αἰγιμίῳ βασιλεῖ Δωριέων συνεμάχησε: Λαπίθαι γὰρ περὶ γῆς ὅρων ἐπολέμουν αὐτῷ Κορώνου στρατηγοῦντος, δὲ πολιορκούμενος ἐπεκαλέσατο τὸν Ἡρακλέα βοηθὸν ἐπὶ μέρει τῆς γῆς. βοηθήσας δὲ Ἡρακλῆς ἀπέκτεινε Κόρωνον μετὰ καὶ ἄλλων, καὶ τὴν γῆν ἅπασαν παρέδωκεν ἐλευθέραν αὐτῷ. ἀπέκτεινε δὲ καὶ Λαογόραν μετὰ τῶν τέκνων, βασιλέα Δρυόπων, ἐν Ἀπόλλωνος τεμένει δαινύμενον, ὑβριστὴν ὄντα καὶ Λαπιθῶν σύμμαχον. παριόντα δὲ Ἴτωνον εἰς μονομαχίαν προεκαλέσατο αὐτὸν Κύκνος Ἄρεος καὶ Πελοπίας: συστὰς δὲ καὶ τοῦτον ἀπέκτεινεν. ὡς δὲ εἰς Ὀρμένιον ἧκεν, Ἀμύντωρ αὐτὸν βασιλεὺς μεθ᾽ ὅπλων οὐκ εἴα διέρχεσθαι: κωλυόμενος δὲ παριέναι καὶ τοῦτον ἀπέκτεινεν.

ἀφικόμενος δὲ εἰς Τραχῖνα στρατιὰν ἐπ᾽ Οἰχαλίαν συνήθροισεν, Εὔρυτον τιμωρήσασθαι θέλων. συμμαχούντων δὲ αὐτῷ Ἀρκάδων καὶ Μηλιέων τῶν ἐκ Τραχῖνος καὶ Λοκρῶν τῶν Ἐπικνημιδίων, κτείνας μετὰ τῶν παίδων Εὔρυτον αἱρεῖ τὴν πόλιν. καὶ θάψας τῶν σὺν αὐτῷ στρατευσαμένων τοὺς ἀποθανόντας, Ἵππασόν τε τὸν Κήυκος καὶ Ἀργεῖον καὶ Μέλανα τοὺς Λικυμνίου παῖδας, καὶ λαφυραγωγήσας τὴν πόλιν, ἦγεν Ἰόλην αἰχμάλωτον. καὶ προσορμισθεὶς Κηναίῳ τῆς Εὐβοίας ἀκρωτηρίῳ Διὸς Κηναίου βωμὸν ἱδρύσατο. μέλλων δὲ ἱερουργεῖν εἰς Τραχῖνα Λίχαν τὸν κήρυκα ἔπεμψε λαμπρὰν ἐσθῆτα οἴσοντα. παρὰ δὲ τούτου τὰ περὶ τὴν Ἰόλην Δηιάνειρα πυθομένη, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. ἐνδὺς δὲ Ἡρακλῆς ἔθυεν. ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος τῆς ὕδρας ἰὸς τὸν χρῶτα ἔσηπε, τὸν μὲν Λίχαν τῶν ποδῶν ἀράμενος κατηκόντισεν ἀπὸ τῆςΒοιωτίας, τὸν δὲ χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι: συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. τοιαύτῃ συμφορᾷ κατασχεθεὶς εἰς Τραχῖνα ἐπὶ νεὼς κομίζεται. Δηιάνειρα δὲ αἰσθομένη τὸ γεγονὸς ἑαυτὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἐκ Δηιανείρας ἦν αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην ἀνδρωθέντα γῆμαι, παραγενόμενος εἰς Οἴτην ὄροςἔστι δὲ τοῦτο Τραχινίων), ἐκεῖ πυρὰν ποιήσας ἐκέλευσεν ἐπιβὰς ὑφάπτειν. μηδενὸς δὲ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων ὑφῆψε. τούτῳ καὶ τὰ τόξα ἐδωρήσατο Ἡρακλῆς. καιομένης δὲ τῆς πυρᾶς λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι. ἐκεῖθεν δὲ τυχὼν ἀθανασίας καὶ διαλλαγεὶς Ἥρᾳ τὴν ἐκείνης θυγατέρα Ἥβην ἔγημεν, ἐξ ἧς αὐτῷ παῖδες Ἀλεξιάρης καὶ Ἀνίκητος ἐγένοντο. [8]

ἦσαν δὲ παῖδες αὐτῷ ἐκ μὲν τῶν Θεσπίου θυγατέρων, Πρόκριδος μὲν Ἀντιλέων καὶ Ἱππεύς πρεσβυτάτη γὰρ διδύμους ἐγέννησε), Πανόπης δὲ Θρεψίππας, Λύσης Εὐμήδης, ... Κρέων, Ἐπιλάϊδος Ἀστυάναξ, Κέρθης Ἰόβης, Εὐρυβίας Πολύλαος, Πατροῦς Ἀρχέμαχος, Μηλίνης Λαομέδων, Κλυτίππης Εὐρύκαπυς, Εὐρύπυλος Εὐβώτης, Ἀγλαΐης Ἀντιάδης, Ὀνήσιππος Χρυσηίδος, Ὀρείης Λαομένης, Τέλης Λυσιδίκης, Ἐντελίδης Μενιππίδος, Ἀνθίππης Ἱπποδρόμος, Τελευταγόρας Εὐρυ ... , Καπύλος Ἵππωτος, Εὐβοίας Ὄλυμπος, Νίκης Νικόδρομος, Ἀργέλης Κλεόλαος, Ἐξόλης Ἐρύθρας, Ξανθίδος Ὁμόλιππος, Στρατονίκης Ἄτρομος, Κελευστάνωρ Ἴφιδος, Λαοθόης Ἄντιφος, Ἀντιόπης Ἀλόπιος, Ἀστυβίης Καλαμήτιδος, Φυληίδος Τίγασις, Αἰσχρηίδος Λευκώνης, Ἀνθείας ... , Εὐρυπύλης Ἀρχέδικος, Δυνάστης Ἐρατοῦς, Ἀσωπίδος Μέντωρ, Ἠώνης Ἀμήστριος, Τιφύσης Λυγκαῖος, Ἁλοκράτης Ὀλυμπούσης, Ἑλικωνίδος Φαλίας, Ἡσυχείης Οἰστρόβλης, Τερψικράτης Εὐρυόπης, Ἐλαχείας Βουλεύς, Ἀντίμαχος Νικίππης, Πάτροκλος Πυρίππης, Νῆφος Πραξιθέας, Λυσίππης Ἐράσιππος, Λυκοῦργος Τοξικράτης, Βουκόλος Μάρσης, Λεύκιππος Εὐρυτέλης, Ἱπποκράτης Ἱππόζυγος. οὗτοι μὲν ἐκ τῶν Θεσπίου θυγατέρων, ἐκ δὲ τῶν ἄλλων, Δηιανείρας μὲν τῆς Οἰνέως Ὕλλος Κτήσιππος Γληνὸς Ὀνείτης, ἐκ Μεγάρας δὲ τῆς Κρέοντος Θηρίμαχος Δηικόων Κρεοντιάδης, ἐξ Ὀμφάλης δὲ Ἀγέλαος, ὅθεν καὶ τὸ Κροίσου γένος. Χαλκιόπης δὲ τῆς Εὐρυπύλου Θετταλός, Ἐπικάστης τῆς Αὐγέου Θεστάλος, Παρθενόπης τῆς Στυμφάλου Εὐήρης, Αὔγης τῆς Ἀλεοῦ Τήλεφος, Ἀστυόχης τῆς Φύλαντος Τληπόλεμος, Ἀστυδαμείας τῆς Ἀμύντορος Κτήσιππος, Αὐτονόης τῆς Πειρέως Παλαίμων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir James George Frazer)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: