previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] τούτου δὲ γενομένου τροπὴ τῶν Ἀργείων γίνεται. ὡς δὲ ἀπώλλυντο πολλοί, δόξαν ἑκατέροις τοῖς στρατεύμασιν Ἐτεοκλῆς καὶ Πολυνείκης περὶ τῆς βασιλείας μονομαχοῦσι, καὶ κτείνουσιν ἀλλήλους. καρτερᾶς δὲ πάλιν γενομένης μάχης οἱ Ἀστακοῦ παῖδες ἠρίστευσαν: Ἴσμαρος μὲν γὰρ Ἱππομέδοντα ἀπέκτεινε, Λεάδης δὲ Ἐτέοκλον, Ἀμφίδικος δὲ Παρθενοπαῖον. ὡς δὲ Εὐριπίδης φησί, Παρθενοπαῖον Ποσειδῶνος παῖς Περικλύμενος ἀπέκτεινε. Μελάνιππος δὲ λοιπὸς τῶν Ἀστακοῦ παίδων εἰς τὴν γαστέρα Τυδέα τιτρώσκει. ἡμιθνῆτος δὲ αὐτοῦ κειμένου παρὰ Διὸς αἰτησαμένη Ἀθηνᾶ φάρμακον ἤνεγκε, δι᾽ οὗ ποιεῖν ἔμελλεν ἀθάνατον αὐτόν. Ἀμφιάραος δὲ αἰσθόμενος τοῦτο, μισῶν Τυδέα ὅτι παρὰ τὴν ἐκείνου γνώμην εἰς Θήβας ἔπεισε τοὺς Ἀργείους στρατεύεσθαι, τὴν Μελανίππου κεφαλὴν ἀποτεμὼν ἔδωκεν αὐτῷ τιτρωσκόμενος δὲ Τυδεὺς ἔκτεινεν αὐτόν. δὲ διελὼν τὸν ἐγκέφαλον ἐξερρόφησεν. ὡς δὲ εἶδεν Ἀθηνᾶ, μυσαχθεῖσα τὴν εὐεργεσίαν ἐπέσχε τε καὶ ἐφθόνησεν. Ἀμφιαράῳ δὲ φεύγοντι παρὰ ποταμὸν Ἰσμηνόν, πρὶν ὑπὸ Περικλυμένου τὰ νῶτα τρωθῇ, Ζεὺς κεραυνὸν βαλὼν τὴν γῆν διέστησεν. δὲ σὺν τῷ ἅρματι καὶ τῷ ἡνιόχῳ Βάτωνι, ὡς δὲ ἔνιοι Ἐλάτωνι, ἐκρύφθη, καὶ Ζεὺς ἀθάνατον αὐτὸν ἐποίησεν. Ἄδραστον δὲ μόνον ἵππος διέσωσεν Ἀρείων: τοῦτον ἐκ Ποσειδῶνος ἐγέννησε Δημήτηρ εἰκασθεῖσα ἐρινύι κατὰ τὴν συνουσίαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir James George Frazer)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: