previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ὄρνις Τις

τοροτὶξ τοροτίξ.

Πισθέταιρος

ὦγάθ᾽ ἀλλ᾽ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.

Ἐυελπίδης

νὴ Δί᾽ ὄρνις δῆτα. τίς ποτ᾽ ἐστίν; οὐ δήπου ταὧς;

Πισθέταιρος

270οὗτος αὐτὸς νῷν φράσει: τίς ἐστιν ὄρνις οὑτοσί;

Ἔποψ

οὗτος οὐ τῶν ἠθάδων τῶνδ᾽ ὧν ὁρᾶθ᾽ ὑμεῖς ἀεί,
ἀλλὰ λιμναῖος.

Ἐυελπίδης
βαβαὶ καλός γε καὶ φοινικιοῦς.

Ἔποψ

εἰκότως γε: καὶ γὰρ ὄνομ᾽ αὐτῷ 'στὶ φοινικόπτερος.

Ἐυελπίδης

οὗτος σέ τοι.

Πισθέταιρος
τί βωστρεῖς;

Ἐυελπίδης
ἕτερος ὄρνις οὑτοσί.

Πισθέταιρος

275νὴ Δί᾽ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.
τίς ποτ᾽ ἔσθ᾽ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;

Ἔποψ

ὄνομα τούτῳ Μῆδός ἐστο.

Πισθέταιρος
Μῆδος; ὦναξ Ἡράκλεις:
εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;

Ἐυελπίδης

ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.

Πισθέταιρος

τί τὸ τέρας τουτί ποτ᾽ ἐστίν; οὐ σὺ μόνος ἄρ᾽ ἦσθ᾽ ἔποψ,
280ἀλλὰ χοὖτος ἕτερος;

Ἔποψ
οὑτοσὶ μέν ἐστι Φιλοκλέους
ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.

Πισθέταιρος

Καλλίας ἄρ᾽ οὗτος οὕρνις ἐστίν: ὡς πτερορρυεῖ.

Ἐυελπίδης

285ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,
αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.

Πισθέταιρος

Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
τίς ὀνομάξεταί ποθ᾽ οὗτος;

Ἔποψ
οὑτοσὶ κατωφαγᾶς.

Πισθέταιρος

ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος Κλεώνυμος;

Ἐυελπίδης

290πῶς ἂν οὖν Κλεώνυμός γ᾽ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;

Πισθέταιρος

ἀλλὰ μέντοι τίς ποθ᾽ λόφωσις τῶν ὀρνέων;
'πὶ τὸν δίαυλον ἦλθον;

Ἔποψ
ὥσπερ οἱ Κᾶρες μὲν οὖν
ἐπὶ λόφων οἰκοῦσιν ὦγάθ᾽ ἀσφαλείας οὔνεκα.

Πισθέταιρος

Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
295ὀρνέων;

Ἐυελπίδης
ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,
οὐδ᾽ ἰδεῖν ἔτ᾽ ἔσθ᾽ ὑπ᾽ αὐτῶν πετομένων τὴν εἴσοδον.

Ἔποψ

οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δί᾽ ἀτταγᾶς,
οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γ᾽ ἀλκυών.

Πισθέταιρος

τίς γάρ ἐσθ᾽ οὕπισθεν αὐτῆς;

Ἔποψ
ὅστις ἐστί; κειρύλος.

Πισθέταιρος

300κειρύλος γάρ ἐστιν ὄρνις;

Ἔποψ
οὐ γάρ ἐστι Σποργίλος;
χαὐτηί γε γλαῦξ.

Ἐυελπίδης
τί φῄς; τίς γλαῦκ᾽ Ἀθήναζ᾽ ἤγαγεν;

Ἔποψ

κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήην δρύοψ.

Πισθέταιρος

305ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων:
οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
ἆρ᾽ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
καὶ βλέπουσιν ἐς σὲ κἀμέ.

Ἐυελπίδης
τοῦτο μὲν κἀμοὶ δοκεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: