previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βλέπυρος

635πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
ἔσται δυνατὸς διαγιγνώσκειν;

Πραξάγορα
τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.

Βλέπυρος

οὐκοῦν ἄγξουσ᾽ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ᾽ ὄντα
640ἄγχουσι. τί δῆθ᾽ ὅταν ἀγνὼς ; πῶς οὐ τότε κἀπιχεσοῦνται;

Πραξάγορα

ἀλλ᾽ παρεστὼς οὐκ ἐπιτρέψει: τότε δ᾽ αὐτοῖς οὐκ ἔμελ᾽ οὐδὲν
τῶν ἀλλοτρίων ὅστις τύπτοι: νῦν δ᾽ ἢν πληγέντος ἀκούσῃ,
μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.

Βλέπυρος

τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς: εἰ δὲ προσελθὼν Ἐπίκουρος
645 Λευκολόφας πάππαν με καλεῖ, τοῦτ᾽ ἤδη δεινὸν ἀκοῦσαι.

Πραξάγορα

πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,

Βλέπυρος
τὸ ποῖον;

Πραξάγορα

εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ᾽ εἶναι.

Βλέπυρος

οἰμώζοι γ᾽ ἂν καὶ κωκύοι.

Πραξάγορα
σὺ δέ γ᾽ ὄζοις ἂν καλαμίνθης,
ἀλλ᾽ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
650ὥστ᾽ οὐχὶ δέος μή σε φιλήσῃ.

Βλέπυρος
δεινὸν μέντἂν ἐπεπόνθη.
τὴν γῆν δὲ τίς ἔσθ᾽ γεωργήσων;

Πραξάγορα
οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
ὅταν δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.

Βλέπυρος

περὶ δ᾽ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ᾽ ἔστιν ἐρέσθαι.

Πραξάγορα

τὰ μὲν ὄνθ᾽ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ᾽ ἡμεῖς ὑφανοῦμεν.

Βλέπυρος

655ἓν ἔτι ζητῶ: πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ᾽ ἐστὶ δίκαιον.

Πραξάγορα

ἀλλ᾽ οὐδὲ δίκαι πρῶτον ἔσονται.

Βλέπυρος
τουτὶ τοὔπος σ᾽ ἐπιτρίψει.

Πραξάγορα

κἀγὼ ταύτην γνώμην ἐθέμην: τοῦ γὰρ τάλαν οὕνεκ᾽ ἔσονται;

Βλέπυρος

πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω: πρῶτον δ᾽ ἑνὸς οὕνεκα δήπου,
660ἤν τις ὀφείλων ἐξαρνῆται.

Πραξάγορα
πόθεν οὖν ἐδάνεισ᾽ δανείσας
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου᾽ στ᾽ ἐπίδηλος.

Βλέπυρος

νὴ τὴν Δήμητρ᾽ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σ᾽ ἀπορήσειν.

Πραξάγορα

665ἀπὸ τῆς μάζης ἧς σιτεῖται: ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: