previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γραῦς Α

οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;

Νεανίας
πόθεν;

Γραῦς Α

καὶ τὴν θύραν γ᾽ ἤραττες.

Νεανίας
ἀποθάνοιμ᾽ ἄρα.

Γραῦς Α

τοῦ δαὶ δεόμενος δᾷδ᾽ ἔχων ἐλήλυθας;

Νεανίας

Ἀναφλύστιον ζητῶν τιν᾽ ἄνθρωπον.

Γραῦς Α
τίνα;

Νεανίας

980οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ᾽ ἤν τε μή.

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
εἰσάγομεν, ἀλλ᾽ εἰσαῦθις ἀναβεβλήμεθα.
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.

Γραῦς Α

985ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ᾽ ἦν γλύκων:
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.

Νεανίας

τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.

Γραῦς Α

ἀλλ᾽ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.

Νεανίας

οὐκ οἶδ᾽ τι λέγεις: τηνδεδί μοι κρουστέον.

Γραῦς Α

990ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.

Γραῦς Α

οἶδ᾽ ὅτι φιλοῦμαι: νῦν δὲ θαυμάζεις ὅτι
θύρασί μ᾽ ηὗρες: ἀλλὰ πρόσαγε τὸ στόμα.

Νεανίας

ἀλλ᾽ μέλ᾽ ὀρρωδῶ τὸν ἐραστήν σου.

Γραῦς Α
τίνα;

Νεανίας

995τὸν τῶν γραφέων ἄριστον.

Γραῦς Α
οὗτος δ᾽ ἔστι τίς;

Νεανίας

ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
ἀλλ᾽ ἄπιθ᾽, ὅπως μή σ᾽ ἐπὶ θύραισιν ὄψεται.

Γραῦς Α

οἶδ᾽ οἶδ᾽ τι βούλει.

Νεανίας
καὶ γὰρ ἐγώ σε νὴ Δία.

Γραῦς Α

μὰ τὴν Ἀφροδίτην μ᾽ ἔλαχε κληρουμένη,
1000μὴ 'γώ σ᾽ ἀφήσω.

Νεανίας
παραφρονεῖς γρᾴδιον.

Γραῦς Α

ληρεῖς: ἐγὼ δ᾽ ἄξω σ᾽ ἐπὶ τἀμὰ στρώματα.

Νεανίας

τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;

Γραῦς Α

1005μὴ σκῶπτέ μ᾽ τάλαν ἀλλ᾽ ἕπου δεῦρ᾽ ὡς ἐμέ.

Νεανίας

ἀλλ᾽ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σ᾽. ὡς ἐγὼ
τοῖς τηλικούτοις ξυγκαθεύδουσ᾽ ἥδομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: