previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διόνυσος

1460εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν.

Αἰσχύλος

ἐκεῖ φράσαιμ᾽ ἄν: ἐνθαδὶ δ᾽ οὐ βούλομαι.

Διόνυσος

μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά.

Αἰσχύλος

τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
1465πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.

Διόνυσος

εὖ, πλήν γ᾽ δικαστὴς αὐτὰ καταπίνει μόνος.

Πλούτων

κρίνοις ἄν.

Διόνυσος
αὕτη σφῷν κρίσις γενήσεται:
αἱρήσομαι γὰρ ὅνπερ ψυχὴ θέλει.

Εὐριπίδης

μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
1470 μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους.

Διόνυσος

γλῶττ᾽ ὀμώμοκ᾽,’ Αἰσχύλον δ᾽ αἱρήσομαι.

Εὐριπίδης

τί δέδρακας μιαρώτατ᾽ ἀνθρώπων;

Διόνυσος
ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;

Εὐριπίδης

αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος;

Διόνυσος

1475τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;

Εὐριπίδης

σχέτλιε περιόψει με δὴ τεθνηκότα;

Διόνυσος

τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;

Πλούτων

χωρεῖτε τοίνυν Διόνυσ᾽ εἴσω.

Διόνυσος
τί δαί;

Πλούτων

1480ἵνα ξενίσω 'γὼ σφὼ πρὶν ἀποπλεῖν.

Διόνυσος
εὖ λέγεις
νὴ τὸν Δί᾽: οὐ γὰρ ἄχθομαι τῷ πράγματι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Matthew Dillon)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: