previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τρυγαῖος

1230ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;

Θωρακοπώλης

ποίᾳ δ᾽ ἀποψήσει ποτ᾽ ὦμαθέστατε;

Τρυγαῖος

τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς
καὶ τῇδ᾽.

Θωρακοπώλης
ἅμ᾽ ἀμφοῖν δῆτ᾽;

Τρυγαῖος
ἔγωγε νὴ Δία,
ἵνα μή γ᾽ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.

Θωρακοπώλης

1235ἔπειτ᾽ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;

Τρυγαῖος

ἔγωγε νὴ Δί᾽ ὦπίτριπτ᾽. οἴει γὰρ ἂν
τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;

Θωρακοπώλης

ἴθι δὴ 'ξένεγκε τἀργύριον.

Τρυγαῖος
ἀλλ᾽ ὦγαθὲ
θλίβει τὸν ὄρρον. ἀπόφερ᾽, οὐκ ὠνήσομαι.

Σαλπιγγοποιός

1240τί δ᾽ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,
ἣν ἐπριάμην δραχμῶν ποθ᾽ ἑξήκοντ᾽ ἐγώ;

Τρυγαῖος

μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας
ἔπειτ᾽ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.

Σαλπιγγοποιός

1245οἴμοι καταγελᾷς.

Τρυγαῖος
ἀλλ᾽ ἕτερον παραινέσω.
τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
τὰ σῦκ᾽ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.

Κρανοποιός

1250 δυσκάθαρτε δαῖμον ὥς μ᾽ ἀπώλεσας,
ὅτ᾽ ἀντέδωκά γ᾽ ἀντὶ τῶνδε μνᾶν ποτέ:
καὶ νῦν τί δράσω; τίς γὰρ αὔτ᾽ ὠνήσεται;

Τρυγαῖος

πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις:
ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.

Δορυξός

1255οἴμ᾽ κρανοποί᾽ ὡς ἀθλίως πεπράγαμεν.

Τρυγαῖος

οὗτος μὲν οὐ πέπονθεν οὐδέν.

Δορυξός
ἀλλὰ τί
ἔτ᾽ ἐστὶ τοῖσι κράνεσιν τι τις χρήσεται;

Τρυγαῖος

ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,
ἄμεινον νῦν αὔτ᾽ ἀποδώσεται πολύ.

Κρανοποιός

1260ἀπίωμεν δορυξέ.

Τρυγαῖος
μηδαμῶς γ᾽, ἐπεὶ
τούτῳ γ᾽ ἐγὼ τὰ δόρατα ταῦτ᾽ ὠνήσομαι.

Δορυξός

πόσον δίδως δῆτ᾽;

Τρυγαῖος
εἰ διαπρισθεῖεν δίχα,
λάβοιμ᾽ ἂν αὔτ᾽ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.

Δορυξός

ὑβριζόμεθα. χωρῶμεν τᾶν ἐκποδών.

Τρυγαῖος

1265νὴ τὸν Δί᾽, ὡς τὰ παιδί᾽ ἤδη 'ξέρχεται
οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ᾽, ἵνα
ἅττ᾽ ᾁσεται προαναβάληταί μοι δοκεῖ.
ἀλλ᾽ τι περ ᾁδειν ἐπινοεῖς παιδίον,
αὐτοῦ παρ᾽ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ 'νθαδί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: