previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πόλεμος

250ἰὼ Σικελία καὶ σὺ δ᾽ ὡς ἀπόλλυσαι.

Τρυγαῖος

οἵα πόλις τάλαινα διακναισθήσεται.

Πόλεμος

φέρ᾽ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.

Τρυγαῖος

οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
τετρώβολον τοῦτ᾽ ἐστί: φείδου τἀττικοῦ.

Πόλεμος

255παῖ παῖ Κυδοιμέ.

Κύδοιμος
τί με καλεῖς;

Πόλεμος
κλαύσει μακρά.
ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.

Κύδοιμος

ὡς δριμύς. οἴμοι μοι τάλας δέσποτα.
μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;

Πόλεμος

οἴσεις ἀλετρίβανον τρέχων;

Κύδοιμος
ἀλλ᾽ μέλε
260οὐκ ἔστιν ἡμῖν: ἐχθὲς εἰσῳκίσμεθα.

Πόλεμος

οὔκουν παρ᾽ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;

Κύδοιμος

ἔγωγε νὴ Δί᾽: εἰ δὲ μή γε, κλαύσομαι.

Τρυγαῖος

ἄγε δὴ τί δρῶμεν πόνηρ᾽ ἀνθρώπια;
ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας:
265εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
ἀλλ᾽ Διόνυσ᾽ ἀπόλοιτο καὶ μὴ 'λθοι φέρων.

Πόλεμος

οὗτος.

Κύδοιμος
τί ἔστιν;

Πόλεμος
οὐ φέρεις;

Κύδοιμος
τὸ δεῖνα γὰρ
ἀπόλωλ᾽ Ἀθηναίοισιν ἁλετρίβανος,
270 βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.

Τρυγαῖος

εὖ γ᾽ πότνια δέσποιν᾽ Ἀθηναία ποιῶν
ἀπόλωλ᾽ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,
πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.

Πόλεμος

οὔκουν ἕτερον δῆτ᾽ ἐκ Λακεδαίμονος μέτει
275ἀνύσας τι;

Κύδοιμος
ταῦτ᾽ δέσποθ᾽.

Πόλεμος
ἧκέ νυν ταχύ.

Τρυγαῖος

ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.
ἀλλ᾽ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν
ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.

Κύδοιμος

280οἴμοι τάλας, οἴμοι γε κἄτ᾽ οἴμοι μάλα.

Πόλεμος

τί ἔστι; μῶν οὐκ αὖ φέρεις;

Κύδοιμος
ἀπόλωλε γὰρ
καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.

Πόλεμος

πῶς πανοῦργ᾽;

Κύδοιμος
ἐς τἀπὶ Θρᾴκης χωρία
χρήσαντες ἑτέροις αὐτὸν εἶτ᾽ ἀπώλεσαν.

Τρυγαῖος

285εὖ γ᾽ εὖ γε ποιήσαντες Διοσκόρω.
ἴσως ἂν εὖ γένοιτο: θαρρεῖτ᾽ βροτοί.

Πόλεμος

ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν:
ἐγὼ δὲ δοίδυκ᾽ εἰσιὼν ποιήσομαι.

Τρυγαῖος

νῦν τοῦτ᾽ ἐκεῖν᾽ ἥκει τὸ Δάτιδος μέλος,
290 δεφόμενός ποτ᾽ ᾖδε τῆς μεσημβρίας,
ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.’
νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν
ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν
ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
295πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
ἀλλ᾽ γεωργοὶ κἄμποροι καὶ τέκτονες
καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι
καὶ νησιῶται, δεῦρ᾽ ἴτ᾽ πάντες λεῴ,
ὡς τάχιστ᾽ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία:
300νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1362
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: