previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χρεμύλος

ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
ἔτι μηδ᾽ ὁτιοῦν.
600οὐ γὰρ πείσεις, οὐδ᾽ ἢν πείσῃς.

Πενία

πόλις Ἄργους, κλύεθ᾽ οἷα λέγει.

Χρεμύλος

Παύσωνα κάλει τὸν ξύσσιτον.

Πενία

τί πάθω τλήμων;

Χρεμύλος

ἔρρ᾽ ἐς κόρακας θᾶττον ἀφ᾽ ἡμῶν.

Πενία

605εἶμι δὲ ποῖ γῆς;

Χρεμύλος

ἐς τὸν κύφων᾽: ἀλλ᾽ οὐ μέλλειν
χρῆν σ᾽, ἀλλ᾽ ἀνύειν.

Πενία

μὴν ὑμεῖς γ᾽ ἔτι μ᾽ ἐνταυθοῖ
μεταπέμψεσθον.

Χρεμύλος

610τότε νοστήσεις: νῦν δὲ φθείρου.
κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
σὲ δ᾽ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.

Βλεψίδημος

νὴ Δί᾽ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
εὐωχεῖσθαι μετὰ τῶν παίδων
615τῆς τε γυναικός, καὶ λουσάμενος
λιπαρὸς χωρῶν ἐκ βαλανείου
τῶν χειροτεχνῶν
καὶ τῆς Πενίας καταπαρδεῖν.

Χρεμύλος

αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
620ἐγὼ δὲ καὶ σύ γ᾽ ὡς τάχιοτα τὸν θεὸν
ἐγκατακλινοῦντ᾽ ἄγωμεν εἰς Ἀσκληπιοῦ.

Βλεψίδημος

καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.

Χρεμύλος

παῖ Καρίων τὰ στρώματ᾽ ἐκφέρειν σ᾽ ἐχρῆν
625αὐτόν τ᾽ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,
καὶ τἄλλ᾽ ὅσ᾽ ἐστὶν ἔνδον ηὐτρεπισμένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: