Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ᾽, οἶς
τότ᾽ ἐπεμαίνετ᾽: ἔγνωκε γὰρ ἀρτίως,
745λογίζεταί τ᾽ ἐκεῖνα πάνθ᾽ ἁμαρτίας
ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δ᾽ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
καὶ σωφρονεῖ μέντοι μεθιστὰς
ἐς τὸ λοιπὸν τὸν τρόπον
πιθόμενός τέ σοι.
Φιλοκλέων
ἰώ μοί μοι. Βδελυκλέων
οὗτος τί βοᾷς; Φιλοκλέων
750μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
κείνων ἔραμαι, κεῖθι γενοίμαν,
ἵν᾽ ὁ κῆρύξ φησι, 'τίς ἀψήφιστος; ἀνιστάσθω.'
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
755ψηφιζομένων ὁ τελευταῖος.
σπεῦδ᾽ ὦ ψυχή. ποῦ μοι ψυχή;
πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
μή νυν ἔτ᾽ ἐγὼ 'ν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιμι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.