previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1346β] ἀπογραψαμένων δὲ τούτων τὸ δέκατον μέρος παρ᾽ ἑκάστου ἔλαβε, τοῖς δὲ λοιποῖς ἐκέλευσεν ἐργάζεσθαι. περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ τὸ αὐτὸ τοῦτο ἐποίησεν, ὥστε συνέβαινεν ἐν δέκα ἔτεσι κεῖνόν τε ἅπαντα ἔχειν, ἅπερ ἀνιέρωσεν, τούς τε Κορινθίους ἕτερα κεκτῆσθαι.

Λύγδαμις Νάξιος ἐκβαλὼν φυγάδας, ἐπειδὴ τὰ κτήματα αὐτῶν οὐθεὶς ἠθέλησεν ἀλλ᾽ βραχέος ἀγοράζειν, αὐτοῖς τοῖς φυγάσιν ἀπέδοτο. τά τε ἀναθήματα, ὅσα ἦν αὐτῶν ἔν τισιν ἐργαστηρίοις ἡμίεργα ἀνακείμενα, ἐπώλει τοῖς τε φυγάσι καὶ τῶν ἄλλων τῷ βουλομένῳ ὥστ᾽ ἐπιγραφῆναι τὸ τοῦ πριαμένου ὄνομα.

Βυζάντιοι δὲ δεηθέντες χρημάτων τὰ τεμένη τὰ δημόσια ἀπέδοντο, τὰ μὲν κάρπιμα χρόνον τινά, τὰ δὲ ἄκαρπα ἀεννάως: τά τε θιασωτικὰ καὶ τὰ πατριωτικὰ ὡσαύτως, καὶ ὅσα ἐν χωρίοις ἰδιωτικοῖς ἦν: ὠνοῦντο γὰρ πολλοῦ ὧν ἦν καὶ τὸ ἄλλο κτῆμα. τοῖς δὲ θιασώταις ἕτερα χωρία, τὰ δημόσια, ὅσα ἦν περὶ τὸ γυμνάσιον τὴν ἀγορὰν τὸν λιμένα, [20] τούς τε τόπους τοὺς ἀγοραίους, ἐν οἷς ἐπώλει τίς τι: καὶ τῆς θαλάττης τὴν ἁλιείαν, καὶ τὴν τῶν ἁλῶν ἁλατοπωλίαν, τῶν τ᾽ ἐργαζομένων θαυματοποιῶν καὶ μάντεων καὶ φαρμακοπωλῶν καὶ τῶν ἄλλων τῶν τοιουτοτρόπων ... : τὸ τρίτον δὲ μέρος τοῦ ἐργαζομένου ἀποτελεῖν ἔταξαν. τῶν τε νομισμάτων τὴν καταλλαγὴν ἀπέδοντο μιᾷ τραπέζῃ, ἑτέρῳ δὲ οὐκ ἦν οὐθενὶ οὔτε ἀποδόσθαι ἑτέρῳ οὔτε πρίασθαι παρ᾽ ἑτέρου: εἰ δὲ μή, στέρησις ἦν.

ὄντος δὲ νόμου αὐτοῖς μὴ εἶναι πολίτην ὃς ἂν μὴ ἐξ ἀστῶν ἀμφοτέρων , χρημάτων δεηθέντες ἐψηφίσαντο τὸν ἐξ ἑνὸς ὄντα ἀστοῦ καταβαλόντα μνᾶς τριάκοντα εἶναι πολίτην.

ἐν σιτοδείᾳ δὲ γενόμενοι καὶ ἀποροῦντες χρημάτων κατήγαγον τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου: χρόνου δὲ γενομένου, τῶν ἐμπόρων ἀγανακτούντων, ἐτέλουν αὐτοῖς τόκους ἐπιδεκάτους, τοῖς δ᾽ ὠνουμένοις τι ἔταξαν χωρὶς τῆς τιμῆς διδόναι τὸ ἐπιδέκατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: