previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1349α] ὑπολειπόμενον ἕκαστον ἐνιαυτοῦ τροφήν: εἶτα ἐξαγωγὴν ἔδωκαν τῷ βουλομένῳ, τάξαντες τιμὴν ἣν ἐδόκει καλῶς ἔχειν αὐτοῖς.

Ἀβυδηνοὶ δέ, διὰ στασιασμὸν τῆς χώρας ἀργοῦ γενομένης, καὶ τῶν μετοίκων οὐ προϊεμένων αὐτοῖς οὐδὲν διὰ τὸ καὶ ἔτι ὀφείλειν, ἐψηφίσαντο τὸν βουλόμενον τοῖς γεωργοῖς δανείζειν, ὡς ἐργάσωνται, ὡς πρώτοις αὐτοῖς ἐσομένης τῆς κομιδῆς ἐκ τοῦ καρποῦ, τοῖς δὲ ἄλλοις ἐκ τῶν λειπομένων.

Ἐφέσιοι δεηθέντες χρημάτων νόμον ἔθεντο μὴ φορεῖν χρυσὸν τὰς γυναῖκας, ὅσον δὲ νῦν ἔχουσι δανεῖσαι τῇ πόλει.

τῶν τε κιόνων τισὶ τῶν ἐν τῷ νεῷ τάξαντες ἀργύριον δεῖ καταβαλεῖν εἴων ἐπιγράφεσθαι τὸ ὄνομα τοῦ δόντος τὸ ἀργύριον ὡς ἀνατεθεικότος.

Διονύσιος Συρακούσιος βουλόμενος χρήματα συναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν. αὐτὸς μὲν οὖν τῶν παρ᾽ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι: ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται: τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι. [20] ἀνενεγκάντων δὲ πάντων εἶχον διά τε τὴν θεὸν καὶ δι᾽ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος. προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.

τριηρεῖς τε ναυπηγεῖσθαι μέλλων ᾔδει ὅτι δεήσοιτο χρημάτων. ἐκκλησίαν οὖν συναγαγὼν ἔφη πόλιν αὑτῷ τινα προδίδοσθαι, εἰς ἣν δεῖσθαι χρημάτων, ἠξίου τε αὑτῷ τοὺς πολίτας εἰσενέγκαι δύο στατῆρας ἕκαστον: οἳ δ᾽ εἰσήνεγκαν. διαλιπὼν δὲ δύο τρεῖς ἡμέρας, ὡς διημαρτηκὼς τῆς πράξεως, ἐπαινέσας αὐτοὺς ἀπέδωκεν ἑκάστῳ εἰσήνεγκαν. ποιήσας δὲ τοῦτο ἀνεκτήσατο τοὺς πολίτας. εἶτα πάλιν ... οἰόμενοι ἀπολήψεσθαι εἰσήνεγκαν: δὲ λαβὼν εἶχεν εἰς τὴν ναυπηγίαν.

οὐκ εὐπορῶν δὲ ἀργυρίου νόμισμα ἔκοψε καττιτέρου, καὶ συναγαγὼν ἐκκλησίαν πολλὰ τοῦ κεκομμένου νομίσματος ὑπερεῖπεν: οἳ δὲ ἐψηφίσαντο καὶ μὴ βουλόμενοι ἕκαστος ἂν εἵλετο ἔχειν ὡς ἀργυροῦν ἀλλὰ μὴ καττιτέρινον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: