This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[1352β]
ᾔτει αὐτοὺς χρήματα ὑπερβαλὼν τῷ πλήθει: τοῦτο γὰρ αὑτῷ τὸ διάφορον εἶναι, τὸ αὐτοῦ εἶναι τὸ ἐμπόριον καὶ μὴ ἐκεῖ. ἐπεὶ δ᾽ οὐκ ἂν ἔφασαν δύνασθαι δοῦναι, μετῴκισεν αὐτούς. ἀποστείλας τέ τινα ἐπ᾽ ἀγοράσμά τε καὶ αἰσθόμενος ὅτι εὐώνων ἐπιτετύχηκεν, αὐτῷ δὲ μέλλει ἐκτετιμημένα λογίζεσθαι, πρὸς τοὺς συνήθεις τοῦ ἀγοραστοῦ ἔλεγεν ὅτι ἀκηκοὼς εἴη τὰ ἀγοράσματα αὐτὸν ὑπερτίμια ἠγορακέναι: αὐτὸς οὖν οὐ προσέξειν: καὶ ἅμα τὴν ἀβελτερίαν αὐτοῦ ἐλοιδόρει μετ᾽ ὀργῆς προσποιητοῦ. οἱ δὲ ταῦτα ἀκούοντες οὐκ ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατ᾽ ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ. ἀφικομένου δὲ τοῦ ἀγοραστοῦ ἀπήγγειλαν αὐτῷ τὰ παρὰ τοῦ Κλεομένους: ὁ δ᾽ ἐκείνοις τε βουλόμενος ἐνδείξασθαι καὶ τῷ Κλεομένει, ἀνήνεγκε τὰς τιμὰς ὧνπερ ἦν ἠγορακώς. τοῦ τε σίτου πωλουμένου ἐν τῇ χώρᾳ δεκαδράχμου, καλέσας τοὺς ἐργαζομένους ἠρώτα, πόσου βούλονται αὑτῷ ἐργάζεσθαι: οἱ δ᾽ ἔφασαν ἐλάσσονος ἢ ὅσου ἂν τοῖς ἐμπόροις ἐπώλουν. ὁ δ᾽ ἐκείνους μὲν ἐκέλευσεν αὑτῷ παραδιδόναι ὅσουπερ ἐπώλουν τοῖς ἄλλοις: αὐτὸς δὲ τάξας τριάκοντα καὶ
[20]
δύο δραχμὰς τοῦ σίτου τιμὴν οὕτως ἐπώλει. τούς τε ἱερεῖς καλέσας ἔφησε πολὺ τὸ ἀνώμαλον ἀνάλωμα ἐν τῇ χώρᾳ γίνεσθαι εἰς τὰ ἱερά: δεῖν οὖν καὶ τῶν ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος καταλυθῆναι. οἱ δὲ ἱερεῖς καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ τὰ ἱερὰ χρήματα ἐδίδοσαν, οἰόμενοί τε αὐτὸν τῇ ἀληθείᾳ μέλλειν τοῦτο ποιεῖν, καὶ ἕκαστος βουλόμενος τό τε ἱερὸν τὸ αὑτοῦ μείναι κατὰ χώραν καὐτὸς ἱερεύς. Ἀντιμένης Ῥόδιος ἡμιόδιος γενόμενος Ἀλεξάνδρου περὶ Βαβυλῶνα ἐπόρισε χρήματα ὧδε. νόμου ὄντος ἐν Βαβυλωνίᾳ παλαιοῦ δεκάτην εἶναι τῶν εἰσαγομένων, χρωμένου δὲ αὐτῷ οὐθενός, τηρήσας τούς τε σατράπας ἅπαντας προσδοκίμους ὄντας καὶ στρατιώτας, οὐκ ὀλίγους τε πρέσβεις καὶ τεχνίτας κλητοὺς ἄλλους τοὺς ἄγοντας καὶ ἰδίᾳ ἀποδημοῦντας, καὶ δῶρα πολλὰ ἀναγόμενα, τὴν δεκάτην ἔπρασσε κατὰ τὸν νόμον τὸν κείμενον. πάλιν τε πορίζων τἀνδράποδα τὰ ἐπὶ στρατοπέδῳ ὄντα ἐκέλευσε τὸν βουλόμενον ἀπογράφεσθαι ὁπόσου θέλοι, μέλλειν δὲ τοῦ ἐνιαυτοῦ ὀκτὼ δραχμάς ἀποτίσαι, ἂν δὲ ἀποδρᾷ τὸ ἀνδράποδον, κομίζεσθαι τὴν τιμὴν ἧς ἀνεγράψατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

