previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1220α] ἄρχει δ᾽ λογισμὸς οὐ λογισμοῦ ἀλλ᾽ ὀρέξεως καὶ παθημάτων, ἀνάγκη ἄρα ταῦτ᾽ ἔχειν τὰ μέρη. καὶ ὥσπερ εὐεξία σύγκειται ἐκ τῶν κατὰ μόριον ἀρετῶν, οὕτω καὶ τῆς ψυχῆς ἀρετὴ τέλος. [5]

ἀρετῆς δ᾽ εἴδη δύο, μὲν ἠθικὴ δὲ διανοητική. ἐπαινοῦμεν γὰρ οὐ μόνον τοὺς δικαίους ἀλλὰ καὶ τοὺς συνετοὺς καὶ τοὺς σοφούς: ἐπαινετὸν γὰρ ὑπέκειτο ἀρετὴ τὸ ἔργον, ταῦτα δ᾽ οὐκ ἐνεργεῖ, ἀλλ᾽ εἰσὶν αὐτῶν ἐνέργειαι. ἐπεὶ δ᾽ αἱ διανοητικαὶ μετὰ λόγου, αἱ μὲν τοιαῦται τοῦ λόγον ἔχοντος, ἐπιτακτικόν ἐστι τῆς [10] ψυχῆς λόγον ἔχει, αἱ δ᾽ ἠθικαὶ τοῦ ἀλόγου μέν, ἀκολουθητικοῦ δὲ κατὰ φύσιν τῷ λόγον ἔχοντι: οὐ γὰρ λέγομεν ποῖός τις τὸ ἦθος, ὅτι σοφὸς δεινός, ἀλλ᾽ ὅτι πρᾶος θρασύς.

μετὰ ταῦτα σκεπτέον πρῶτον περὶ ἀρετῆς ἠθικῆς, τί ἐστι, καὶ ποῖα μόρια αὐτῆςεἰς τοῦτο γὰρ ἀνῆκται), καὶ [15] γίνεται διὰ τίνων. δεῖ δὴ ζητεῖν ὥσπερ ἐν τοῖς ἄλλοις ἔχοντές τι ζητοῦσι πάντες, ὥστε ἀεὶ διὰ τῶν ἀληθῶς μὲν λεγομένων οὐ σαφῶς δὲ πειρᾶσθαι λαβεῖν καὶ τὸ ἀληθῶς καὶ σαφῶς. νῦν γὰρ ὁμοίως ἔχομεν ὥσπερ ἂν εἰ καὶ ὑγίειαν, ὅτι ἀρίστη διάθεσις τοῦ σώματος, καὶ Κορίσκος [20] τῶν ἐν τῇ ἀγορᾷ μελάντατος: τί μὲν γὰρ ἑκάτερον τούτων οὐκ ἴσμεν, πρὸς μέντοι τὸ εἰδέναι τί ἑκάτερον αὐτῆς πρὸ ἔργου τὸ οὕτως ἔχειν.—ὑποκείσθω δὴ πρῶτον βελτίστη διάθεσις ὑπὸ τῶν βελτίστων γίγνεσθαι, καὶ πράττεσθαι ἄριστα περὶ ἕκαστον ἀπὸ τῆς ἑκάστου ἀρετῆς, οἷον πόνοι τε ἄριστοι [25] καὶ τροφὴ ἀφ᾽ ὧν γίνεται εὐεξία, καὶ ἀπὸ τῆς εὐεξίας πονοῦσιν ἄριστα: ἔτι πᾶσαν διάθεσιν ὑπὸ τῶν αὐτῶν γίγνεσθαι καὶ φθείρεσθαι πὼς προσφερομένων, ὥσπερ ὑγίεια ὑπὸ τροφῆς καὶ πόνων καὶ ὥρας. ταῦτα δὲ δῆλα ἐκ τῆς ἐπαγωγῆς. καὶ ἀρετὴ ἄρα τοιαύτη διάθεσις ἐστίν, [30] γίνεταί τε ὑπὸ τῶν ἀρίστων περὶ ψυχὴν κινήσεων καὶ ἀφ᾽ ἧς πράττεται τὰ ἄριστα τῆς ψυχῆς ἔργα καὶ πάθη, καὶ ὑπὸ τῶν αὐτῶν πὼς μὲν γίνεται, πὼς δὲ φθείρεται, καὶ πρὸς ταὐτὰ χρῆσις αὐτῆς ὑφ᾽ ὧν καὶ αὔξεται καὶ φθείρεται, πρὸς βέλτιστα διατίθησιν. σημεῖον δ᾽ ὅτι περὶ ἡδέα καὶ [35] λυπηρὰ καὶ ἀρετὴ καὶ κακία: αἱ γὰρ κολάσεις ἰατρεῖαι οὖσαι καὶ γινόμεναι διὰ τῶν ἐναντίων, καθάπερ ἐπὶ τῶν ἄλλων, διὰ τούτων εἰσίν.

ὅτι μὲν τοίνυν ἠθικὴ ἀρετὴ περὶ ἡδέα καὶ λυπηρά ἐστι, δῆλον: ἐπεὶ δ᾽ ἐστὶ τὸ ἦθος, ὥσπερ καὶ τὸ ὄνομα σημαίνει ὅτι ἀπὸ ἔθους ἔχει τὴν ἐπίδοσιν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: