previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1223α] ἐκ γὰρ τῶν ἐξ ἀνάγκης ἀναγκαῖον τὸ συμβαῖνον ἐστί, τὰ δέ γε ἐντεῦθεν ἐνδέχεται γενέσθαι τἀναντία, καὶ ἐφ᾽ αὑτοῖς ἐστι τοῖς ἀνθρώποις, πολλὰ τῶν τοιούτων, καὶ ἀρχαὶ τῶν τοιούτων εἰσὶν αὐτοί. ὥστε ὅσων πράξεων ἄνθρωπός ἐστιν [5] ἀρχὴ καὶ κύριος, φανερὸν ὅτι ἐνδέχεται καὶ γίνεσθαι καὶ μή, καὶ ὅτι ἐφ᾽ αὑτῷ ταῦτ᾽ ἐστι γίνεσθαι καὶ μή, ὧν γε κύριός ἐστι τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. ὅσα δ᾽ ἐφ᾽ αὑτῷ ἐστι ποιεῖν μὴ ποιεῖν, αἴτιος τούτων αὐτὸς ἐστίν: καὶ ὅσων αἴτιος, ἐφ᾽ αὑτῷ. ἐπεὶ δ᾽ τε ἀρετὴ καὶ κακία καὶ τὰ ἀπ᾽ [10] αὐτῶν ἔργα τὰ μὲν ἐπαινετὰ τὰ δὲ ψεκτάψέγεται γὰρ καὶ ἐπαινεῖται οὐ διὰ τὰ ἐξ ἀνάγκης τύχης φύσεως ὑπάρχοντα, ἀλλ᾽ ὅσων αὐτοὶ αἴτιοι ἐσμέν: ὅσων γὰρ ἄλλος αἴτιος, ἐκεῖνος καὶ τὸν ψόγον καὶ τὸν ἔπαινον ἔχει), δῆλον ὅτι καὶ ἀρετὴ καὶ κακία περὶ ταῦτ᾽ ἐστιν ὧν αὐτὸς [15] αἴτιος καὶ ἀρχὴ πράξεων. ληπτέον ἄρα ποίων αὐτὸς αἴτιος καὶ ἀρχὴ πράξεων. πάντες μὲν δὴ ὁμολογοῦμεν, ὅσα μὲν ἑκούσια καὶ κατὰ προαίρεσιν τὴν ἑκάστου, ἐκεῖνον αἴτιον εἶναι, ὅσα δ᾽ ἀκούσια, οὐκ αὐτὸν αἴτιον. πάντα δ᾽ ὅσα προελόμενος, καὶ ἑκὼν δῆλον ὅτι. δῆλον τοίνυν ὅτι καὶ ἀρετὴ καὶ [20] κακία τῶν ἑκουσίων ἂν εἴησαν.

ληπτέον ἄρα τί τὸ ἑκούσιον καὶ τί τὸ ἀκούσιον, καὶ τί ἐστιν προαίρεσις, ἐπειδὴ ἀρετὴ καὶ κακία ὁρίζεται τούτοις. πρῶτον σκεπτέον τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. τριῶν δὴ τούτων ἕν τι δόξειεν ἂν εἶναι, ἤτοι κατ᾽ ὄρεξιν κατὰ [25] προαίρεσιν κατὰ διάνοιαν, τὸ μὲν ἑκούσιον κατὰ τούτων τι, τὸ δ᾽ ἀκούσιον παρὰ τούτων τι. ἀλλὰ μὴν ὄρεξις εἰς τρία διαιρεῖται, εἰς βούλησιν καὶ θυμὸν καὶ ἐπιθυμίαν: ὥστε ταῦτα διαιρετέον, καὶ πρῶτον κατ᾽ ἐπιθυμίαν.

δόξειε δ᾽ ἂν πᾶν τὸ κατ᾽ ἐπιθυμίαν ἑκούσιον εἶναι. τὸ γὰρ [30] ἀκούσιον πᾶν δοκεῖ εἶναι βίαιον, τὸ δὲ βίαιον λυπηρόν, καὶ πᾶν ἀναγκαζόμενοι ποιοῦσιν πάσχουσιν, ὥσπερ καὶ Εὔηνος φησίπᾶν γὰρ ἀναγκαῖον πρᾶγμ᾽ ἀνιαρὸν ἔφυ.
Evenus of Paros = Theog. 472 ὥστ᾽ εἴ τι λυπηρόν, βίαιον, καὶ εἰ βίαιον, λυπηρόν. τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν πᾶν λυπηρόν γὰρ ἐπιθυμία τοῦ ἡδέος), ὥστε [35] βίαιον καὶ ἀκούσιον. τὸ ἄρα κατ᾽ ἐπιθυμίαν ἑκούσιον: ἐναντία γὰρ ταῦτ᾽ ἀλλήλοις. ἔτι μοχθηρία ἀδικώτερον πᾶσα ποιεῖ, δ᾽ ἀκρασία μοχθηρία δοκεῖ εἶναι, δ᾽ ἀκρατὴς κατὰ τὴν ἐπιθυμίαν παρὰ τὸν λογισμὸν οἷος πράττειν, ἀκρατεύεται δ᾽ ὅταν ἐνεργῇ κατ᾽ αὐτήν, τὸ δ᾽ ἀδικεῖν ἑκούσιον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: