previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1229β] διὸ καὶ σφόδρα τινὲς ὄντες μαλακοὶ περὶ ἔνια ἀνδρεῖοι εἰσί, καὶ ἔνιοι σκληροὶ καὶ καρτερικοὶ καὶ δειλοί. καὶ δὴ καὶ δοκεῖ σχεδὸν ἴδιον τῆς ἀνδρείας εἶναι τὸ περὶ τὸν θάνατον καὶ τὴν περὶ τούτου λύπην ἔχειν πώς. εἰ γάρ τις εἴη τοιοῦτος [5] οἷος πρὸς ἀλέας καὶ ψύχη καὶ τὰς τοιαύτας λύπας ὑπομενετικός, ὡς λόγος, ἀκινδύνους οὔσας, πρὸς δὲ τὸν θάνατον καὶ μαλακὸς καὶ περίφοβος, μὴ δι᾽ ἄλλο τι πάθος ἀλλὰ δι᾽ αὐτὴν τὴν φθοράν, ἄλλος δὲ πρὸς μὲν ἐκείνας μαλακός, πρὸς δὲ τὸν θάνατον ἀπαθής: ἐκεῖνος μὲν ἂν εἶναι δόξειε [10] δειλός, οὗτος δ᾽ ἀνδρεῖος. καὶ γὰρ κίνδυνος ἐπὶ τοῖς τοιούτοις λέγεται μόνοις τῶν φοβερῶν, ὅταν πλησίον τὸ τῆς τοιαύτης φθορᾶς ποιητικόν. φαίνεται δὲ κίνδυνος, ὅταν πλησίον φαίνηται.

τὰ μὲν οὖν φοβερά, περὶ ὅσα φαμὲν εἶναι τὸν ἀνδρεῖον, εἴρηται δὴ ὅτι τὰ φαινόμενα ποιητικὰ λύπης τῆς [15] φθαρτικῆς: ταῦτα μέντοι πλησίον τε φαινόμενα καὶ μὴ πόρρω, καὶ τοσαῦτα τῷ μεγέθει ὄντα φαινόμενα ὥστ᾽ εἶναι σύμμετρα πρὸς ἄνθρωπον. ἔνια γὰρ ἀνάγκη παντὶ φαίνεσθαι ἀνθρώπῳ φοβερὰ καὶ διαταράττειν. οὐθὲν γὰρ κωλύει, ὥσπερ θερμὰ καὶ ψυχρά, καὶ τῶν ἄλλων [20] δυνάμεων ἐνίας ὑπὲρ ἡμᾶς εἶναι καὶ τὰς τοῦ ἀνθρωπίνου [21] σώματος ἕξεις: οὕτω καὶ τῶν περὶ τὴν ψυχὴν παθημάτων.

οἱ μὲν οὖν δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις: τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ [25] θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δ᾽ ἀνδρείῳ τἀληθῆ μάλιστα. διόπερ οὔτ᾽ εἴ τις ὑπομένοι τὰ φοβερὰ δι᾽ ἄγνοιαν, ἀνδρεῖος, οἷον εἴ τις τοὺς κεραυνοὺς ὑπομένοι φερομένους διὰ μανίαν, οὔτ᾽ εἰ γιγνώσκων ὅσος κίνδυνος, διὰ θυμόν, οἷον οἱ Κελτοὶ πρὸς τὰ κύματα ὅπλα ἀπαντῶσι λαβόντες, καὶ ὅλως [30] βαρβαρικὴ ἀνδρεία μετὰ θυμοῦ ἐστίν. ἔνιοι δὲ καὶ δι᾽ ἄλλας ἡδονὰς ὑπομένουσιν. καὶ γὰρ θυμὸς ἡδονὴν ἔχει τινά: μετ᾽ ἐλπίδος γάρ ἐστι τιμωρίας. ἀλλ᾽ ὅμως οὔτ᾽ εἰ διὰ ταύτην οὔτ᾽ εἰ δι᾽ ἄλλην ἡδονὴν ὑπομένει τις τὸν θάνατον φυγὴν μειζόνων λυπῶν, οὐδεὶς δικαίως ἂν ἀνδρεῖος λέγοιτο τούτων. εἰ γὰρ [35] ἦν ἡδὺ τὸ ἀποθνήσκειν, πολλάκις ἂν δι᾽ ἀκρασίαν ἀπέθνησκον οἱ ἀκόλαστοι, ὥσπερ καὶ νῦν αὐτοῦ μὲν τοῦ ἀποθνήσκειν οὐκ ὄντος ἡδέος, τῶν ποιητικῶν δ᾽ αὐτοῦ, πολλοὶ δι᾽ ἀκρασίαν περιπίπτουσιν εἰδότες, ὧν οὐθεὶς ἂν ἀνδρεῖος εἶναι δόξειεν, εἰ καὶ πάνυ ἑτοίμως ἀποθνήσκειν. οὔτ᾽ εἰ φεύγοντες τὸ πονεῖν, ὅπερ πολλοὶ ποιοῦσιν, [40] οὐδὲ τῶν τοιούτων οὐδεὶς ἀνδρεῖος, καθάπερ καὶ Ἀγάθων φησὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: