previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1233β] οἷον εἰ εἰς γάμον δαπανῶν τις τοῦ ἀγαπητοῦ, πλούσιος ὤν, δοκεῖ πρέπειν ἑαυτῷ τοιαύτην κατασκευὴν οἷον ἀγαθοδαιμονιστὰς ἑστιῶντι, οὗτος μὲν μικροπρεπής, δὲ τοιούτους [5] δεχόμενος ἐκείνως μὴ δόξης χάριν μηδὲ δι᾽ ἐξουσίαν ὅμοιος τῷ σαλάκωνι, δὲ κατ᾽ ἀξίαν καὶ ὡς λόγος, μεγαλοπρεπής: τὸ γὰρ πρέπον κατ᾽ ἀξίαν ἐστίν: οὐθὲν γὰρ πρέπει τῶν παρὰ τὴν ἀξίαν. δεῖ δὲ πρέπον εἶναικαὶ γὰρ τοῦ πρέποντος κατ᾽ ἀξίαν καὶ πρέπονκαὶ περὶ οἷον περὶ οἰκέτου [10] γάμον ἕτερον τὸ πρέπον καὶ περὶ ἐρωμένουκαὶ αὐτῷ, εἴπερ ἐπὶ τοσοῦτον τοιοῦτον, οἷον τὴν θεωρίαν οὐκ ᾤετο Θεμιστοκλεῖ πρέπειν, ἣν ἐποιήσατο Ὀλυμπίαζε, διὰ τὴν προϋπάρξασαν ταπεινότητα, ἀλλὰ Κίμωνι. δ᾽ ὅπως ἔτυχεν ἔχων πρὸς τὴν ἀξίαν οὐθεὶς τούτων. καὶ ἐπ᾽ ἐλευθεριότητος [15] ὡσαύτως: ἔστι γάρ τις οὔτ᾽ ἐλευθέριος οὔτ᾽ ἀνελεύθερος.

σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δ᾽ ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί. οἷον φθονερὸς καὶ ἐπιχαιρέκακος. καθ᾽ ἃς γὰρ ἕξεις λέγονται, μὲν φθόνος τὸ [20] λυπεῖσθαι ἐπὶ τοῖς κατ᾽ ἀξίαν εὖ πράττουσιν ἐστίν, τὸ δὲ τοῦ ἐπιχαιρεκάκου πάθος ἐπὶ τὸ αὐτὸ ἀνώνυμον, ἀλλ᾽ ἔχων δῆλος, ἐπὶ τὸ χαίρειν ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις. μέσος δὲ τούτων νεμεσητικός, καὶ ἐκάλουν οἱ ἀρχαῖοι τὴν νέμεσιν, τὸ λυπεῖσθαι μὲν ἐπὶ ταῖς παρὰ τὴν ἀξίαν [25] κακοπραγίαις καὶ εὐπραγίαις, χαίρειν δ᾽ ἐπὶ ταῖς ἀξίαις: διὸ καὶ θεὸν οἴονται εἶναι τὴν νέμεσιν.

αἰδὼς δὲ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως: μὲν γὰρ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος, δὲ πάσης ὁμοίως καταπλήξ, δὲ τῆς τῶν φαινομένων ἐπιεικῶν αἰδήμων.

φιλία δὲ [30] μεσότης ἔχθρας καὶ κολακείας: μὲν γὰρ εὐχερῶς ἅπαντα πρὸς τὰς ἐπιθυμίας ὁμιλῶν κόλαξ, δὲ πρὸς ἁπάσας ἀντικρούων ἀπεχθητικός, δὲ μὴ τε πρὸς ἅπασαν ἡδονὴν μήτ᾽ ἀκολουθῶν μήτ᾽ ἀντιτείνων, ἀλλὰ πρὸς τὸ φαινόμενον βέλτιστον, φίλος.

σεμνότης δὲ μεσότης αὐθαδείας καὶ [35] ἀρεσκείας: μὲν γὰρ μηδὲν πρὸς ἕτερον ζῶν καταφρονητικὸς αὐθάδης, δὲ πάντα πρὸς ἄλλον καὶ πάντων ἐλάττων ἄρεσκος, δὲ τὰ μὲν τὰ δὲ μή, καὶ πρὸς τοὺς ἀξίους οὕτως ἔχων σεμνός.

δὲ ἀληθὴς καὶ ἁπλοῦς, ὃν καλοῦσιν αὐθέκαστον, μέσος τοῦ εἴρωνος καὶ ἀλαζόνος. μὲν γὰρ ἐπὶ τὰ χείρω καθ᾽ αὑτοῦ ψευδόμενος μὴ ἀγνοῶν εἴρων,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: