previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1239β] διὸ καὶ τοὺς ἐμμένοντας τῷ φιλεῖν πρὸς τοὺς τεθνεῶτας ἐπαινοῦμεν: γινώσκουσι γάρ, ἀλλ᾽ οὐ γινώσκονται.

ὅτι μὲν οὖν πλείονες τρόποι φιλίας, καὶ πόσοι τρόποι, ὅτι τρεῖς, καὶ ὅτι τὸ φιλεῖσθαι καὶ ἀντιφιλεῖσθαι καὶ οἱ φί [5] λοι διαφέρουσιν, οἵ τε κατ᾽ ἰσότητα καὶ οἱ καθ᾽ ὑπεροχήν, εἴρηται: ἐπεὶ δὲ τὸ φίλον λέγεται καὶ καθόλου μᾶλλον, ὥσπερ καὶ κατ᾽ ἀρχὰς ἐλέχθη, ὑπὸ τῶν ἔξωθεν συμπαραλαμβανόντωνοἳ μὲν γὰρ τὸ ὅμοιόν φασιν εἶναι φίλον, οἳ δὲ τὸ ἐναντίον), λεκτέον καὶ περὶ τούτων πῶς εἰσι πρὸς τὰς [10] εἰρημένας φιλίας. ἀνάγεται δὲ τὸ μὲν ὅμοιον καὶ εἰς τὸ ἡδὺ καὶ εἰς τὸ ἀγαθόν. τό τε γὰρ ἀγαθὸν ἁπλοῦν, τὸ δὲ κακὸν πολύμορφον: καὶ ἀγαθὸς μὲν ὅμοιος ἀεὶ καὶ οὐ μεταβάλλεται τὸ ἦθος, δὲ φαῦλος καὶ ἄφρων οὐθὲν ἔοικεν ἕωθεν καὶ ἑσπέρας. διὸ ἐὰν μὴ συμβάλλωσιν οἱ [15] φαῦλοι, οὐ φίλοι ἑαυτοῖς, ἀλλὰ διίστανται: δ᾽ οὐ βέβαιος φιλία οὐ φιλία. ὥστε οὕτως μὲν τὸ ὅμοιον φίλον, ὅτι τὸ ἀγαθὸν ὅμοιον, ἔστι δὲ ὡς καὶ κατὰ τὸ ἡδύ: τοῖς γὰρ ὁμοίοις ταὔθ᾽ ἡδέα, καὶ ἕκαστον δὲ φύσει αὐτὸ αὑτῷ ἡδύ. διὸ καὶ φωναὶ καὶ αἱ ἕξεις καὶ συνημερεύσεις τοῖς ὁμογενέσιν [20] ἥδισται ἀλλήλοις, καὶ τοῖς ἄλλοις ζῴοις: καὶ ταύτῃ ἐνδέχεται καὶ τοὺς φαύλους ἀλλήλους φιλεῖν. “κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ.” τὸ δ᾽ ἐναντίον τῷ ἐναντίῳ φίλον ὡς τὸ χρήσιμον: αὐτὸ γὰρ αὑτῷ τὸ ὅμοιον ἄχρηστον. διὸ δεσπότης δούλου δεῖται [25] καὶ δοῦλος δεσπότου, καὶ γυνὴ καὶ ἀνὴρ ἀλλήλων, καὶ ἡδὺ καὶ ἐπιθυμητὸν τὸ ἐναντίον ὡς χρήσιμον, καὶ οὐχ ὡς ἐν τέλει ἀλλ᾽ ὡς πρὸς τὸ τέλος. ὅταν γὰρ τύχῃ οὗ ἐπιθυμεῖ, ἐν τῷ τέλει μὲν ἐστίν, οὐκ ὀρέγεται δὲ τοῦ ἐναντίου, οἷον τὸ θερμὸν τοῦ ψυχροῦ καὶ τὸ ξηρὸν τοῦ ὑγροῦ. ἔστι δέ πως καὶ [30] τοῦ ἐναντίου φιλία τοῦ ἀγαθοῦ. ὀρέγεται γὰρ ἀλλήλων διὰ τὸ μέσον: ὡς σύμβολα γὰρ ὀρέγεται ἀλλήλων διὰ τὸ οὕτω γίνεσθαι ἐξ ἀμφοῖν ἓν μέσον. ἔτι κατὰ συμβεβηκός ἐστι τοῦ ἐναντίου, καθ᾽ αὑτὸ δὲ τῆς μεσότητος. ὀρέγονται γὰρ οὐκ ἀλλήλων τἀναντία, ἀλλὰ τοῦ μέσου. ὑπερψυχθέντες γάρ, [35] ἐὰν θερμανθῶσιν, εἰς τὸ μέσον καθίστανται, καὶ ὑπερθερμανθέντες, ἐὰν ψυχθῶσιν: ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δὲ μή, ἀεὶ ἐν ἐπιθυμίᾳ, οὐκ ἐν τοῖς μέσοις. ἀλλὰ χαίρει ἐν τῷ μέσῳ ἄνευ ἐπιθυμίας τοῖς φύσει ἡδέσιν, οἳ δὲ πᾶσι τοῖς ἐξιστᾶσι τῆς φύσει ἕξεως. τοῦτο μὲν οὖν [40] τὸ εἶδος καὶ ἐπὶ τῶν ἀψύχων ἐστίν: τὸ φιλεῖν δὲ γίνεται, ὅταν ἐπὶ τῶν ἐμψύχων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: