previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1246α] ἔτι δὲ τὸ κουφότεροι εἶναι μὴ μόνοι φέροντες τὰ κακά. ἐπεὶ δ᾽ αἱρετὸν τό τ᾽ εὖ καὶ τὸ ἅμα, δῆλον ὅτι τὸ ἅμα εἶναι μετ᾽ ἐλάττονος ἀγαθοῦ αἱρετώτερόν πως χωρὶς μετὰ μείζονος. [5] ἐπεὶ δὲ ἄδηλον τὸ πόσον δύναται τὸ ἅμα, ἤδη διαφέρονται καὶ οἴονται τὸ μετέχειν ἅμα πάντων φιλικόν, καὶ ὥσπερ συνδειπνεῖν ἅμα φασὶν ἥδιον ταὐτὰ ἔχοντας: οἳ δ᾽ ἂν μέντοι οὐ βούλονται. ἐπεὶ δ᾽ εἴ γέ τις ὑπερβολὰς ποιήσει, ὁμολογῶσιν ἅμα κακῶς πράττοντας σφόδρα εὖ σφόδρα [10] χωρίς. παραπλήσιον δὲ τούτῳ καὶ περὶ τὰς ἀτυχίας. ὁτὲ μὲν γὰρ βουλόμεθα τοὺς φίλους ἀπεῖναι οὐδὲ λυπεῖν, ὅταν μηθὲν μέλλωσι ποιήσειν πλέον: ὁτὲ δὲ αὐτοὺς ἥδιστον παρεῖναι. τὸ δὲ τῆς ὑπεναντιώσεως ταύτης καὶ μάλ᾽ εὔλογον. διὰ γὰρ τὰ προειρημένα τοῦτο συμβαίνει, καὶ ὅτι μὲν τὸ [15] λυπούμενον ἐν φαύλῃ ὄντα ἕξει τὸν φίλον θεωρεῖν φεύγομεν ἁπλῶς, ὥσπερ καὶ ἡμᾶς αὐτούς, τὸ δ᾽ ὁρᾶν τὸν φίλον ἡδύ, ὥσπερ ἄλλο τι τῶν ἡδίστων, διὰ τὴν εἰρημένην αἰτίαν, καὶ μὴ κάμνοντα, εἰ αὐτός: ὥστε ὁπότερον ἂν τούτων μᾶλλον ἡδύ, ποιεῖ τὴν ῥοπὴν τοῦ βούλεσθαι παρεῖναι μή. [20] καὶ τοῦτο ἐπὶ τῶν χειρόνων συμβαίνει καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι: μάλιστα γὰρ φιλοτιμοῦνται τοὺς φίλους μὴ πράττειν εὖ μηδ᾽ εἶναι ἀνάγκαι αὐτοῖς κακῶς. διὸ ἐνίοτε τοὺς ἐρωμένους συναποτιννύασι. μᾶλλον γὰρ τοῦ οἰκείου αἰσθάνεσθαι κακοῦ, ὥσπερ ἂν εἰ καὶ μεμνημένος ὅτι ποτὲ [25] εὖ ἔπραττε μᾶλλον, εἰ ᾤετο ἀεὶ κακῶς πράττειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: