previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1008α] [1] εἰ οὖν κἀκείνη ὑπάρχει, ὑπάρξει καὶ τῆς τριήρους: εἰ δ᾽ αὕτη, καὶ κατάφασις.

ταῦτά τε οὖν συμβαίνει τοῖς λέγουσι τὸν λόγον τοῦτον, καὶ ὅτι οὐκ ἀνάγκη φάναι ἀποφάναι. εἰ γὰρ ἀληθὲς ὅτι ἄνθρωπος καὶ [5] οὐκ ἄνθρωπος, δῆλον ὅτι καὶ οὔτ᾽ ἄνθρωπος οὔτ᾽ οὐκ ἄνθρωπος ἔσται: τοῖν γὰρ δυοῖν δύο ἀποφάσεις, εἰ δὲ μία ἐξ ἀμφοῖν ἐκείνη, καὶ αὕτη μία ἂν εἴη ἀντικειμένη.

ἔτι ἤτοι περὶ ἅπαντα οὕτως ἔχει, καὶ ἔστι καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὂν καὶ οὐκ ὄν, καὶ περὶ τὰς ἄλλας φάσεις καὶ [10] ἀποφάσεις ὁμοιοτρόπως, οὒ ἀλλὰ περὶ μέν τινας, περί τινας δ᾽ οὔ. καὶ εἰ μὲν μὴ περὶ πάσας, αὗται ἂν εἶεν ὁμολογούμεναι: εἰ δὲ περὶ πάσας, πάλιν ἤτοι καθ᾽ ὅσων τὸ φῆσαι καὶ ἀποφῆσαι καὶ καθ᾽ ὅσων ἀποφῆσαι καὶ φῆσαι, κατὰ μὲν ὧν φῆσαι καὶ ἀποφῆσαι, καθ᾽ ὅσων δὲ ἀποφῆσαι [15] οὐ πάντων φῆσαι. καὶ εἰ μὲν οὕτως, εἴη ἄν τι παγίως οὐκ ὄν, καὶ αὕτη βεβαία δόξα, καὶ εἰ τὸ μὴ εἶναι βέβαιόν τι καὶ γνώριμον, γνωριμωτέρα ἂν εἴη φάσις ἀντικειμένη: εἰ δὲ ὁμοίως καὶ ὅσα ἀποφῆσαι φάναι, ἀνάγκη ἤτοι ἀληθὲς διαιροῦντα λέγειν, οἷον ὅτι [20] λευκὸν καὶ πάλιν ὅτι οὐ λευκόν, οὔ. καὶ εἰ μὲν μὴ ἀληθὲς διαιροῦντα λέγειν, οὐ λέγει τε ταῦτα καὶ οὐκ ἔστιν οὐθέντὰ δὲ μὴ ὄντα πῶς ἂν φθέγξαιτο βαδίσειεν;), καὶ πάντα δ᾽ ἂν εἴη ἕν, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ ταὐτὸν ἔσται καὶ ἄνθρωπος καὶ θεὸς καὶ τριήρης [25] καὶ αἱ ἀντιφάσεις αὐτῶνεἰ γὰρ ὁμοίως καθ᾽ ἑκάστου, οὐδὲν διοίσει ἕτερον ἑτέρου: εἰ γὰρ διοίσει, τοῦτ᾽ ἔσται ἀληθὲς καὶ ἴδιον): ὁμοίως δὲ καὶ εἰ διαιροῦντα ἐνδέχεται ἀληθεύειν, συμβαίνει τὸ λεχθέν, πρὸς δὲ τούτῳ ὅτι πάντες ἂν ἀληθεύοιεν καὶ πάντες ἂν ψεύδοιντο, καὶ αὐτὸς αὑτὸν ὁμολογεῖ [30] ψεύδεσθαι. ἅμα δὲ φανερὸν ὅτι περὶ οὐθενός ἐστι πρὸς τοῦτον σκέψις: οὐθὲν γὰρ λέγει. οὔτε γὰρ οὕτως οὔτ᾽ οὐχ οὕτως λέγει, ἀλλ᾽ οὕτως τε καὶ οὐχ οὕτως: καὶ πάλιν γε ταῦτα ἀπόφησιν ἄμφω, ὅτι οὔθ᾽ οὕτως οὔτε οὐχ οὕτως: εἰ γὰρ μή, ἤδη ἄν τι εἴη ὡρισμένον.

ἔτι εἰ ὅταν φάσις [35] ἀληθὴς , ἀπόφασις ψευδής, κἂν αὕτη ἀληθὴς , κατάφασις ψευδής, οὐκ ἂν εἴη τὸ αὐτὸ ἅμα φάναι καὶ ἀποφάναι ἀληθῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: