previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1030α] [1] οὐ μέντοι τὸ τί ἦν εἶναι λευκῷ εἶναι.

ἀλλὰ τὸ ἱματίῳ εἶναι ἆρά ἐστι τί ἦν εἶναί τι ὅλως; οὔ; ὅπερ γάρ τί ἐστι τὸ τί ἦν εἶναι: ὅταν δ᾽ ἄλλο κατ᾽ ἄλλου λέγηται, οὐκ ἔστιν ὅπερ τόδε τι, οἷον [5] λευκὸς ἄνθρωπος οὐκ ἔστιν ὅπερ τόδε τι, εἴπερ τὸ τόδε ταῖς οὐσίαις ὑπάρχει μόνον: ὥστε τὸ τί ἦν εἶναί ἐστιν ὅσων λόγος ἐστὶν ὁρισμός. ὁρισμὸς δ᾽ ἐστὶν οὐκ ἂν ὄνομα λόγῳ ταὐτὸ σημαίνῃπάντες γὰρ ἂν εἶεν οἱ λόγοι ὅροι: ἔσται γὰρ ὄνομα ὁτῳοῦν λόγῳ, ὥστε καὶ Ἰλιὰς ὁρισμὸς ἔσται), [10] ἀλλ᾽ ἐὰν πρώτου τινὸς : τοιαῦτα δ᾽ ἐστὶν ὅσα λέγεται μὴ τῷ ἄλλο κατ᾽ ἄλλου λέγεσθαι. οὐκ ἔσται ἄρα οὐδενὶ τῶν μὴ γένους εἰδῶν ὑπάρχον τὸ τί ἦν εἶναι, ἀλλὰ τούτοις μόνονταῦτα γὰρ δοκεῖ οὐ κατὰ μετοχὴν λέγεσθαι καὶ πάθος οὐδ᾽ ὡς συμβεβηκός): ἀλλὰ λόγος μὲν ἔσται ἑκάστου [15] καὶ τῶν ἄλλων τί σημαίνει, ἐὰν ὄνομα, ὅτι τόδε τῷδε ὑπάρχει, ἀντὶ λόγου ἁπλοῦ ἀκριβέστερος: ὁρισμὸς δ᾽ οὐκ ἔσται οὐδὲ τὸ τί ἦν εἶναι. καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται; καὶ γὰρ τὸ τί ἐστιν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν καὶ τὸ τόδε τι, ἄλλον δὲ ἕκαστον [20] τῶν κατηγορουμένων, ποσὸν ποιὸν καὶ ὅσα ἄλλα τοιαῦτα. ὥσπερ γὰρ καὶ τὸ ἔστιν ὑπάρχει πᾶσιν, ἀλλ᾽ οὐχ ὁμοίως ἀλλὰ τῷ μὲν πρώτως τοῖς δ᾽ ἑπομένως, οὕτω καὶ τὸ τί ἐστιν ἁπλῶς μὲν τῇ οὐσίᾳ πὼς δὲ τοῖς ἄλλοις: καὶ γὰρ τὸ ποιὸν ἐροίμεθ᾽ ἂν τί ἐστιν, ὥστε καὶ τὸ ποιὸν τῶν τί ἐστιν, ἀλλ᾽ [25] οὐχ ἁπλῶς, ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ μὴ ὄντος λογικῶς φασί τινες εἶναι τὸ μὴ ὄν, οὐχ ἁπλῶς ἀλλὰ μὴ ὄν, οὕτω καὶ τὸ ποιόν.

δεῖ μὲν οὖν σκοπεῖν καὶ τὸ πῶς δεῖ λέγειν περὶ ἕκαστον, οὐ μὴν μᾶλλόν γε τὸ πῶς ἔχει: διὸ καὶ νῦν ἐπεὶ τὸ λεγόμενον φανερόν, καὶ τὸ τί ἦν εἶναι ὁμοίως ὑπάρξει πρώτως [30] μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις, ὥσπερ καὶ τὸ τί ἐστιν, οὐχ ἁπλῶς τί ἦν εἶναι ἀλλὰ ποιῷ ποσῷ τί ἦν εἶναι. δεῖ γὰρ ὁμωνύμως ταῦτα φάναι εἶναι ὄντα, προστιθέντας καὶ ἀφαιροῦντας, ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητόν, ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως φάναι [35] μήτε ὡσαύτως ἀλλ᾽ ὥσπερ τὸ ἰατρικὸν τῷ πρὸς τὸ αὐτὸ μὲν καὶ ἕν, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, οὐ μέντοι οὐδὲ ὁμωνύμως:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: