previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1032β] [1] ἀπὸ τέχνης δὲ γίγνεται ὅσων τὸ εἶδος ἐν τῇ ψυχῇεἶδος δὲ λέγω τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν πρώτην οὐσίαν): καὶ γὰρ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτὸ εἶδος: τῆς γὰρ στερήσεως οὐσία οὐσία ἀντικειμένη, οἷον ὑγίεια νόσου, ἐκείνης γὰρ ἀπουσία [5] νόσος, δὲ ὑγίεια ἐν τῇ ψυχῇ λόγος καὶ ἐπιστήμη. γίγνεται δὲ τὸ ὑγιὲς νοήσαντος οὕτως: ἐπειδὴ τοδὶ ὑγίεια, ἀνάγκη εἰ ὑγιὲς ἔσται τοδὶ ὑπάρξαι, οἷον ὁμαλότητα, εἰ δὲ τοῦτο, θερμότητα: καὶ οὕτως ἀεὶ νοεῖ, ἕως ἂν ἀγάγῃ εἰς τοῦτο αὐτὸς δύναται ἔσχατον ποιεῖν. εἶτα ἤδη [10] ἀπὸ τούτου κίνησις ποίησις καλεῖται, ἐπὶ τὸ ὑγιαίνειν. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίγνεσθαι καὶ τὴν οἰκίαν ἐξ οἰκίας, τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην: γὰρ ἰατρική ἐστι καὶ οἰκοδομικὴ τὸ εἶδος τῆς ὑγιείας καὶ τῆς οἰκίας, λέγω δὲ οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι. [15] τῶν δὴ γενέσεων καὶ κινήσεων μὲν νόησις καλεῖται δὲ ποίησις, μὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους νόησις δ᾽ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ποίησις. ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται. λέγω δ᾽ οἷον εἰ ὑγιανεῖ, δέοι ἂν ὁμαλυνθῆναι. τί οὖν ἐστὶ τὸ ὁμαλυνθῆναι; τοδί, [20] τοῦτο δ᾽ ἔσται εἰ θερμανθήσεται. τοῦτο δὲ τί ἐστι; τοδί. ὑπάρχει δὲ τοδὶ δυνάμει: τοῦτο δὲ ἤδη ἐπ᾽ αὐτῷ. τὸ δὴ ποιοῦν καὶ ὅθεν ἄρχεται κίνησις τοῦ ὑγιαίνειν, ἂν μὲν ἀπὸ τέχνης, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ, ἐὰν δ᾽ ἀπὸ ταὐτομάτου, ἀπὸ τούτου ποτε τοῦ ποιεῖν ἄρχει τῷ ποιοῦντι ἀπὸ [25] τέχνης, ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἴσως ἀπὸ τοῦ θερμαίνειν ἀρχήτοῦτο δὲ ποιεῖ τῇ τρίψει): θερμότης τοίνυν ἐν τῷ σώματι μέρος τῆς ὑγιείας ἕπεταί τι αὐτῇ τοιοῦτον ἐστι μέρος τῆς ὑγιείας, διὰ πλειόνων: τοῦτο δ᾽ ἔσχατόν ἐστι, τὸ ποιοῦν τὸ μέρος τῆς ὑγιείας,

καὶ τῆς οἰκίας [30]οἷον οἱ λίθοικαὶ τῶν ἄλλων: ὥστε, καθάπερ λέγεται, ἀδύνατον γενέσθαι εἰ μηδὲν προϋπάρχοι. ὅτι μὲν οὖν τι μέρος ἐξ ἀνάγκης ὑπάρξει φανερόν: γὰρ ὕλη μέροςἐνυπάρχει γὰρ καὶ γίγνεται αὕτη).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: