previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθ᾽ αὑτὸ μὲν τοῦτο διώκει καὶ αἱρεῖται, κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον. ἁπλῶς δὲ λέγομεν τὸ καθ᾽ αὑτό. ὥστε ἔστι μὲν ὡς ὁποιᾳοῦν δόξῃ μὲν ἐμμένει δ᾽ ἐξίσταται, ἁπλῶς δὲ τῇ ἀληθεῖ. εἰσὶ δέ τινες οἳ ἐμμενετικοὶ τῇ δόξῃ εἰσίν, οὓς καλοῦσιν ἰσχυρογνώμονας, οἱ δύσπειστοι καὶ οὐκ εὐμετάπειστοι: οἳ ὅμοιον μέν τι ἔχουσι τῷ ἐγκρατεῖ, ὥσπερ ἄσωτος τῷ ἐλευθερίῳ καὶ θρασὺς τῷ θαρραλέῳ, εἰσὶ δ᾽ ἕτεροι κατὰ πολλά. μὲν γὰρ διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει ἐγκρατής, ἐπεὶ εὔπειστος, ὅταν τύχῃ, ἔσται ἐγκρατής: οἳ δὲ οὐχ ὑπὸ λόγου, ἐπεὶ ἐπιθυμίας γε λαμβάνουσι, καὶ ἄγονται πολλοὶ ὑπὸ τῶν ἡδονῶν. εἰσὶ δὲ ἰσχυρογνώμονες οἱ ἰδιογνώμονες καὶ οἱ ἀμαθεῖς καὶ οἱ ἄγροικοι, οἱ μὲν ἰδιογνώμονες δι᾽ ἡδονὴν καὶ λύπην: χαίρουσι γὰρ νικῶντες ἐὰν μὴ μεταπείθωνται, καὶ λυποῦνται ἐὰν ἄκυρα τὰ αὐτῶν ὥσπερ ψηφίσματα: ὥστε μᾶλλον τῷ ἀκρατεῖ ἐοίκασιν τῷ ἐγκρατεῖ. εἰσὶ δέ τινες οἳ τοῖς δόξασιν οὐκ ἐμμένουσιν οὐ δι᾽ ἀκρασίαν, οἷον ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους Νεοπτόλεμος: καίτοι δι᾽ ἡδονὴν οὐκ ἐνέμεινεν, ἀλλὰ καλήν: τὸ γὰρ ἀληθεύειν αὐτῷ καλὸν ἦν, ἐπείσθη δ᾽ ὑπὸ τοῦ Ὀδυσσέως ψεύδεσθαι. οὐ γὰρ πᾶς δι᾽ ἡδονήν τι πράττων οὔτ᾽ ἀκόλαστος οὔτε φαῦλος οὔτ᾽ ἀκρατής, ἀλλ᾽ δι᾽ αἰσχράν.

ἐπεὶ δ᾽ ἔστι τις καὶ τοιοῦτος οἷος ἧττον δεῖ τοῖς σωματικοῖς χαίρειν, καὶ οὐκ ἐμμένων τῷ λόγῳ, τοιοῦτος τούτου καὶ τοῦ ἀκρατοῦς μέσος ἐγκρατής: μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλόν τι, οὗτος δὲ διὰ τὸ ἧττόν τι: δ᾽ ἐγκρατὴς ἐμμένει καὶ οὐδὲ δι᾽ ἕτερον μεταβάλλει. δεῖ δέ, εἴπερ ἐγκράτεια σπουδαῖον, ἀμφοτέρας τὰς ἐναντίας ἕξεις φαύλας εἶναι, ὥσπερ καὶ φαίνονται: ἀλλὰ διὰ τὸ τὴν ἑτέραν ἐν ὀλίγοις καὶ ὀλιγάκις εἶναι φανεράν, ὥσπερ σωφροσύνη τῇ ἀκολασίᾳ δοκεῖ ἐναντίον εἶναι μόνον, οὕτω καὶ ἐγκράτεια τῇ ἀκρασίᾳ. ἐπεὶ δὲ καθ᾽ ὁμοιότητα πολλὰ λέγεται, καὶ ἐγκράτεια τοῦ σώφρονος καθ᾽ ὁμοιότητα ἠκολούθηκεν: τε γὰρ ἐγκρατὴς οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν καὶ σώφρων,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: