previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὗτοι μόνιμοι φίλοι καὶ τούτων φιλία. οὕτω δ᾽ ἂν καὶ οἱ ἄνισοι μάλιστ᾽ εἶεν φίλοι: ἰσάζοιντο γὰρ ἄν. δ᾽ ἰσότης καὶ ὁμοιότης φιλότης, καὶ μάλιστα μὲν τῶν κατ᾽ ἀρετὴν ὁμοιότης: μόνιμοι γὰρ ὄντες καθ᾽ αὑτοὺς καὶ πρὸς ἀλλήλους μένουσι, καὶ οὔτε δέονται φαύλων οὔθ᾽ ὑπηρετοῦσι τοιαῦτα, ἀλλ᾽ ὡς εἰπεῖν καὶ διακωλύουσιν: τῶν ἀγαθῶν γὰρ μήτ᾽ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν. οἱ δὲ μοχθηροὶ τὸ μὲν βέβαιον οὐκ ἔχουσιν: οὐδὲ γὰρ αὑτοῖς διαμένουσιν ὅμοιοι ὄντες: ἐπ᾽ ὀλίγον δὲ χρόνον γίνονται φίλοι, χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς ἐπὶ πλεῖον διαμένουσιν: ἕως γὰρ ἂν πορίζωσιν ἡδονὰς ὠφελείας ἀλλήλοις. ἐξ ἐναντίων δὲ μάλιστα μὲν δοκεῖ διὰ τὸ χρήσιμον γίνεσθαι φιλία, οἷον πένης πλουσίῳ, ἀμαθὴς εἰδότι: οὗ γὰρ τυγχάνει τις ἐνδεὴς ὤν, τούτου ἐφιέμενος ἀντιδωρεῖται ἄλλο. ἐνταῦθα δ᾽ ἄν τις ἕλκοι καὶ ἐραστὴν καὶ ἐρώμενον, καὶ καλὸν καὶ αἰσχρόν. διὸ φαίνονται καὶ οἱ ἐρασταὶ γελοῖοι ἐνίοτε, ἀξιοῦντες φιλεῖσθαι ὡς φιλοῦσιν: ὁμοίως δὴ φιλητοὺς ὄντας ἴσως ἀξιωτέον, μηδὲν δὲ τοιοῦτον ἔχοντας γελοῖον. ἴσως δὲ οὐδ᾽ ἐφίεται τὸ ἐναντίον τοῦ ἐναντίου καθ᾽ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός, δ᾽ ὄρεξις τοῦ μέσου ἐστίν: τοῦτο γὰρ ἀγαθόν, οἷον τῷ ξηρῷ οὐχ ὑγρῷ γενέσθαι ἀλλ᾽ ἐπὶ τὸ μέσον ἐλθεῖν, καὶ τῷ θερμῷ καὶ τοῖς ἄλλοις ὁμοίως. ταῦτα μὲν οὖν ἀφείσθω: καὶ γάρ ἐστιν ἀλλοτριώτερα.

ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς εἶναι τε φιλία καὶ τὸ δίκαιον. ἐν ἁπάσῃ γὰρ κοινωνίᾳ δοκεῖ τι δίκαιον εἶναι, καὶ φιλία δέ: προσαγορεύουσι γοῦν ὡς φίλους τοὺς σύμπλους καὶ τοὺς συστρατιώτας, ὁμοίως δὲ καὶ τοὺς ἐν ταῖς ἄλλαις κοινωνίαις. καθ᾽ ὅσον δὲ κοινωνοῦσιν, ἐπὶ τοσοῦτόν ἐστι φιλία: καὶ γὰρ τὸ δίκαιον. καὶ παροιμίακοινὰ τὰ φίλων,” ὀρθῶς: ἐν κοινωνίᾳ γὰρ φιλία. ἔστι δ᾽ ἀδελφοῖς μὲν καὶ ἑταίροις πάντα κοινά, τοῖς δ᾽ ἄλλοις ἀφωρισμένα, καὶ τοῖς μὲν πλείω τοῖς δ᾽ ἐλάττω: καὶ γὰρ τῶν φιλιῶν αἳ μὲν μᾶλλον αἳ δ᾽ ἧττον. διαφέρει δὲ καὶ τὰ δίκαια:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: