previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες ἐπίκληροι οὖσαι: οὐ δὴ γίνονται κατ᾽ ἀρετὴν αἱ ἀρχαί, ἀλλὰ διὰ πλοῦτον καὶ δύναμιν, καθάπερ ἐν ταῖς ὀλιγαρχίαις. τιμοκρατικῇ δ᾽ ἔοικεν τῶν ἀδελφῶν: ἴσοι γάρ, πλὴν ἐφ᾽ ὅσον ταῖς ἡλικίαις διαλλάττουσιν: διόπερ ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται φιλία. δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεωνἐνταῦθα γὰρ πάντες ἐξ ἴσου), καὶ ἐν αἷς ἀσθενὴς ἄρχων καὶ ἑκάστῳ ἐξουσία.

καθ᾽ ἑκάστην δὲ τῶν πολιτειῶν φιλία φαίνεται, ἐφ᾽ ὅσον καὶ τὸ δίκαιον, βασιλεῖ μὲν πρὸς τοὺς βασιλευομένους ἐν ὑπεροχῇ εὐεργεσίας: εὖ γὰρ ποιεῖ τοὺς βασιλευομένους, εἴπερ ἀγαθὸς ὢν ἐπιμελεῖται αὐτῶν, ἵν᾽ εὖ πράττωσιν, ὥσπερ νομεὺς προβάτων: ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέμνονα ποιμένα λαῶν εἶπεν. τοιαύτη δὲ καὶ πατρική, διαφέρει δὲ τῷ μεγέθει τῶν εὐεργετημάτων: αἴτιος γὰρ τοῦ εἶναι, δοκοῦντος μεγίστου, καὶ τροφῆς καὶ παιδείας. καὶ τοῖς προγόνοις δὲ ταῦτα προσνέμεται: φύσει τε ἀρχικὸν πατὴρ υἱῶν καὶ πρόγονοι ἐκγόνων καὶ βασιλεὺς βασιλευομένων. ἐν ὑπεροχῇ δὲ αἱ φιλίαι αὗται, διὸ καὶ τιμῶνται οἱ γονεῖς. καὶ τὸ δίκαιον δὴ ἐν τούτοις οὐ ταὐτὸ ἀλλὰ τὸ κατ᾽ ἀξίαν: οὕτω γὰρ καὶ φιλία. καὶ ἀνδρὸς δὲ πρὸς γυναῖκα αὐτὴ φιλία καὶ ἐν ἀριστοκρατίᾳ: κατ᾽ ἀρετὴν γάρ, καὶ τῷ ἀμείνονι πλέον ἀγαθόν, καὶ τὸ ἁρμόζον ἑκάστῳ: οὕτω δὲ καὶ τὸ δίκαιον. δὲ τῶν ἀδελφῶν τῇ ἑταιρικῇ ἔοικεν: ἴσοι γὰρ καὶ ἡλικιῶται, οἱ τοιοῦτοι δ᾽ ὁμοπαθεῖς καὶ ὁμοήθεις ὡς ἐπὶ τὸ πολύ. ἔοικε δὲ ταύτῃ καὶ κατὰ τὴν τιμοκρατικήν: ἴσοι γὰρ οἱ πολῖται βούλονται καὶ ἐπιεικεῖς εἶναι: ἐν μέρει δὴ τὸ ἄρχειν, καὶ ἐξ ἴσου: οὕτω δὴ καὶ φιλία. ἐν δὲ ταῖς παρεκβάσεσιν, ὥσπερ καὶ τὸ δίκαιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ φιλία, καὶ ἥκιστα ἐν τῇ χειρίστῃ: ἐν τυραννίδι γὰρ οὐδὲν μικρὸν φιλίας. ἐν οἷς γὰρ μηδὲν κοινόν ἐστι τῷ ἄρχοντι καὶ ἀρχομένῳ, οὐδὲ φιλία: οὐδὲ γὰρ δίκαιον: οἷον τεχνίτῃ πρὸς ὄργανον καὶ ψυχῇ πρὸς σῶμα καὶ δεσπότῃ πρὸς δοῦλον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: